← 弗拉维奥·约瑟夫斯

犹太古史

§2.10-2.21

约瑟的梦境与兄弟们的谋害意图

约瑟做了麦捆与星宿向下拜的两个梦,雅各预言其日后将享显赫,兄弟们却由此妒恨并图谋将其杀害。当雅各差遣约瑟前往示剑探看羊群时,兄弟们欲趁机行凶,长兄流便则竭力阻止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

τούτῳ παρὰ τῶν ἀδελφῶν ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη,1 ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν.

因着父亲对他的宠爱,以及通过他所见并告知父亲与他们的梦境所宣告的繁荣,兄弟们对他激起了嫉妒与仇恨;因为人们往往连至亲之人的顺遂都会嫉妒。约瑟在睡眠中所见的异象乃是如此。

§2.11

Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν παρὰ τοῦ πατρὸς ἐπὶ συλλογῇ τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν, ἣν περιεγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν2 αὐτῷ τὸ σημαινόμενον ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὐτοῦ δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφʼ οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας.

在盛夏时节,他同兄弟们被父亲派去收割庄稼,梦见了一个与平常睡眠中频频出现的梦境大不相同的异象。他醒来后向兄弟们讲述了这异象,以为他们能为自己解明其含义;他说他在前一夜看见自己那一捆小麦在他放置的地方直立不动,而他们的麦捆则奔跑过来向它下拜,正如奴仆向主人下拜一样。

§2.12

οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν καὶ κατʼ αὐτῶν τὴν ἐξουσίαν ἐσομένην τῷ μὲν Ἰωσήπῳ τούτων οὐδὲν ὡς οὐ γνώριμον αὐτοῖς τὸ ὄναρ ὂν διεσάφησαν, ἀρὰς δʼ ἐποιήσαντο μηδὲν εἰς τέλος αὐτῷ παρελθεῖν ὧν ὑπενόουν καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν.

他们领悟到这一异象预示着他的权势和事态的宏大,以及即将临到他们之上的支配权,但他们对约瑟丝毫不提这些,只推说这梦对自己不可知;他们发咒起誓,愿他们所猜度的事没有一样在他身上应验,并且对他愈发怀有敌意。

§2.13

Τῷ δὲ παρʼ αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν.

为了与他们的嫉妒相争胜,神明又赐给约瑟第二个异象,远比先前的更为奇特。因为在他看来,太阳伴同月亮与其余星辰降临到地上,向他下拜。

§2.14

ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν.

他对兄弟们未疑心有任何恶意,便在他们也在场时将这异象告知了父亲,恳请父亲说明这究竟意味着什么。

§2.15

ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, ἃ εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθʼ ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δʼ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δʼ ἀστέρας τοῖς ἀδελφοῖς· καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.

父亲因这梦境而欣喜;因为他在心中领会了其预示,并带着智慧、毫不盲目地揣摩出其意,为所昭示的重大事物而高兴;这预示着这孩子未来的福乐,以及若蒙神赐予,将有一个时刻到来,届时他将受到父母与兄弟们的尊崇,并得蒙下拜。他将月亮与太阳比作母亲与父亲——前者滋长并养育万物,后者则赋予形象并赋予其余力量——又将星辰比作兄弟们;因为他们正好也是十一人,正如那些从太阳与月亮汲取力量的星辰一样。

§2.17

Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δʼ ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ προειρημένα καὶ διετέθησαν ὡς ἐπʼ ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἕξειν, ἀλλʼ οὐκ ἀδελφῷ καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους·3

雅各对这异象作出了如此聪慧的判断,但上述话语却极大地刺痛了约瑟的兄弟们;他们的心境仿佛是将要藉着梦境获得所昭示之福分的是某个外人,而不是一位〔他们〕正如在出生上一样也在福乐上将成为伙伴、理应同他共享这些福分的兄弟。

§2.18

ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον, καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες, χώρα δʼ ἐστὶν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκφέρειν, αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν.

他们决意杀害这少年,并在敲定这计策后,待收割完毕,便转向示剑;那是一处宜于牧放牲畜并盛产牧草之地,他们事先未向父亲说明前往该处,就在当地照看羊群。

§2.19

ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ4 τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα.

父亲由于不知实情,加上羊群那边也没有任何人来到他这里能告知关于儿子们的真相,便对他们产生了越发阴沉的忧虑,惶恐不安,遂打发约瑟前往羊群那里,去探听兄弟们的情况,并回报他们在做些什么。

§2.20

Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλʼ οὐχ ὡς ἐπʼ οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλʼ ὡς ἐπʼ ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν.

他们一见兄弟来到自己跟前,固然十分高兴,但并非因为至亲到来或由父亲差遣,而是如同见到了仇敌、且是按神明旨意交到他们手中的仇敌一样;他们立即决意将他除掉,不愿放过眼前的良机。

§2.21

οὕτως δʼ αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπʼ αὐτῷ μύσος,

但他们中最年长的流便见他们处于这种状态、并在此事上同心合意,便竭力加以阻止,向他们指出这冒险之举的严重性以及随之而来的罪孽玷污,

语法注4 条
  1. 2.10ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη

    句中并列了两个主语:ἥ τε τοῦ πατρὸς στοργή 与 ἥ τε ἐκ τῶν ὀνειράτων ... εὐδαιμονία καταγγελλομένη,共用谓语动词 ἐκίνησε 以及宾语 φθόνον ... καὶ μῖσος。插入的关系从句 ἃ θεασάμενος ... ἐμήνυσεν 造成了冠词及介词短语与中心名词及分词 εὐδαιμονία καταγγελλομένη 之间的离隔。

  2. 2.11ὡς κρινοῦσιν

    助词 ὡς 与将来时分词与格 κρινοῦσιν 连用,与间接宾语 τοῖς ἀδελφοῖς 一致,表达主语约瑟的主观意图或期待(“指望他们会为自己解明”)。

  3. 2.17καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους

    关系代名词 ὧν 指向前文的 τὰ ... ἀγαθά,受动词 συναπολαύω 支配而作属格。宾格分词短语 κοινωνοὺς ... ἐσομένους 指兄弟们自身,作同位补充说明(“既然在出生和福乐上皆为其伙伴,理应同他共享这些事物”)。

  4. 2.19τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ

    由前置词 ὑπό 支配的属格冠词不定词 τοῦ ... ἀφικέσθαι,与前面的 ὑπὸ τῆς ἀγνοίας 并列,表示雅各产生担忧的原因;不定词的逻辑主语为不定代词宾格 τινὰ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.10-2.21