- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.336-1.346
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅各与以扫分别后行至示剑,因底拿受辱,西缅与利未屠灭示剑城全男丁。随后雅各奉神命至伯特利献祭,途中拉结难产而死并生下便雅悯,最终抵达希伯伦为父亲以撒送终。
καὶ ὁ Ἡσαῦς ἀσπασάμενος αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας, ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν· ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως.
以扫向雅各致候后,询问起成群的孩子与妇女们的情况;在了解了一切后,他当时便请求亲自与他们一同前往父亲那里。但由于雅各推托驮兽疲惫,以扫便退往赛益;因为他在那里定居,并依自己的多毛之状为该地命名。
Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν· Χαναναίων δʼ ἐστὶν ἡ πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν. θεασάμενος δʼ αὐτὴν Συχέμμης ὁ Ἐμμώρου τοῦ βασιλέως υἱὸς φθείρει διʼ ἁρπαγῆς καὶ διατεθεὶς ἐρωτικῶς ἱκετεύει τὸν πατέρα λαβεῖν αὐτῷ πρὸς γάμον τὴν κόρην.
雅各则来到了至今仍被称为“棚”的地方,又从那里来到示剑;那是迦南人的一座城。在示剑人过节之际,雅各唯一的女儿底拿进城去观看当地妇女的服饰妆容。但君王哈抹的儿子示剑见到了她,便强行奸污了她;他陷入情网,央求父亲为他娶这少女为妻。
ὁ δὲ πεισθεὶς ἧκε πρὸς τὸν Ἰάκωβον δεόμενος τῷ παιδὶ αὐτοῦ Συχέμμῃ συζεῦξαι Δεῖναν κατὰ νόμον. Ἰάκωβος δὲ οὔτʼ ἀντιλέγειν ἔχων1 διὰ τὸ ἀξίωμα τοῦ παρακαλοῦντος οὔτε νόμιμον ἡγούμενος ἀλλοφύλῳ συνοικίζειν τὴν θυγατέρα ἠξίωσεν ἐπιτρέψαι αὐτῷ βουλὴν ἀγαγεῖν περὶ ὧν παρακαλεῖ.
哈抹被他说服,便来到雅各面前,恳求依法将底拿许配给其子示剑。雅各因求亲者的显赫地位而无法断然拒绝,但又认为将女儿嫁给异族并不合乎礼法,便请求对方容许自己就所求之事举行商议。
ἀπῄει μὲν οὖν ὁ βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν·
于是国王离去,期望雅各会应允这门婚事;雅各却向儿子们说明了妹妹被辱及哈抹求婚之事,要他们商议应当如何应对。大多数儿子束手无策而默不作声,但少女的同母兄弟西缅与利未二人彼此私下商定了这样一番行动:
οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν.
趁着节期尚在、示剑人沉湎于放纵与宴饮之时,他们在夜间首先扑向守卫,趁其熟睡将其杀死;继而闯入城中,斩杀了所有男性以及国王及其儿子,却留下了妇人们。他们未征得父亲同意便施行了此事,并带回了妹妹。
Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς ὁ θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν,2 ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο.
雅各因变故之大而惊骇不已,对儿子们极为愤怒,此时神显现并吩咐他安心,并命他在洁净了帐棚之后献上祭牲,即他初次启程前往美索不达米亚时因梦中所见而许下的誓愿。
ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας.
于是他在洁净跟随者时,搜出了拉班的神像——因为他并不知道神像是被拉结偷来的——并将它们掩埋在示剑一棵橡树下的泥土中;随后他离开那里,前往先前去美索不达米亚途中得梦之地的伯特利献祭。
Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί.
从那里前行,当他来到以法他境内时,在此安葬了因分娩而亡的拉结;她在亲族中是唯一未能获得在希伯仑安葬之荣耀的人。雅各极为哀恸,将她所生的婴孩起名为便雅悯,因为母亲因他而承受了剧痛。
οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον.
这些就是雅各的所有儿女,计有十二男一女。其中八位为正妻所生:利亚生六子,拉结生二子;四位为婢女所生,二人各生二子;他们的名字我先前均已提及。
Παρῆν δʼ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς.3
他随后从那里来到了位于迦南境内的城市希伯仑;以撒定居于此。他们在一起相聚的时间并不长,因为雅各未能见到尚在人世的利百加。以撒在儿子归来后不久亦辞世,并由儿子们安葬在希伯仑的妻子身旁,因那里有他们祖传的陵墓。
ἐγένετο δὲ Ἴσακος ἀνὴρ θεοφιλὴς καὶ προνοίας πολλῆς ἠξιωμένος ὑπʼ αὐτοῦ μετὰ Ἅβραμον τὸν πατέρα, πολυχρονιώτατος δέ· βιώσας γὰρ ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατὸν μετὰ ἀρετῆς οὕτως ἀπέθανεν.
以撒是一位蒙神喜爱的人,继父亲亚伯拉罕之后蒙受了神丰厚的眷顾,且享极高寿数;他在美德中度过了一百八十五载春秋,便如此安然长逝。
- 1.338οὔτʼ ἀντιλέγειν ἔχων
动词 ἔχω 接不定词,在此为表示能力的惯用结构(“能够”),说明雅各因哈抹王显赫的身份而无法断然当面回绝。
- 1.341ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν
与格分词 ἁγνίσαντι 与前文主句中受动词 ἐκέλευσε 支配的与格对象(向雅各 [Ἰακώβῳ] 吩咐)保持语法一致。不定词 ἐπιτελεῖν 的逻辑主语未用宾格,而是顺应与格补足语作了与格搭配。
- 1.345μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς
独立属格结构(genitive absolute)。名词短语 μνημείου προγονικοῦ 为逻辑主语,分词 τυγχάνοντος 为谓语,与格代词 αὐτοῖς 表所属(“因他们在那城中拥有一处祖传陵墓”)。
