← 弗拉维奥·约瑟夫斯

犹太古史

§2.92-2.103

饥荒的降临与约瑟对兄长们的审问

约瑟在丰年得生二子;荒年降临后,他统筹开仓籴粮,救济本国与外邦之人。他的兄长们前往埃及买粮,约瑟认出他们却隐匿身份,反诬他们为奸细以作试探,长兄吕便遂出面辩白,陈述家世与家庭的不幸遭遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.92

ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι1 τῶν ἀτυχημάτων, ὁ δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων.

在荒年到来之前,约瑟由此妇得生诸子。长子名为玛拿西,意为‘使之忘却’,因为他蒙受了福祉,得以忘却昔日的苦难;次子名为以法莲,意为‘偿还回报’,因为他得以恢复祖先的自由之身。

§2.93

τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης ὁ λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν2 πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον.

正如约瑟解梦所言,埃及度过了七个幸福丰裕的年头之后,饥荒在第八年袭来;因这灾难降临在一群事先未曾察觉的人身上,民众备受饥荒之苦,纷纷涌向王宫的大门。

§2.94

ὁ δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους, καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προὐτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν πάντας ἀνθρώπους κατὰ συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων.

法老便召来约瑟,约瑟向众人平粜谷物,公认成了大众的拯救者;他不仅将市场向本地人开放,也准许异乡人前来购买,因为约瑟认为,凡属同类的人类,皆有权从享有富足之人那里获得援助。

§2.95

Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις· μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ.

由于迦南地遭受极惨重的损耗——因这灾害席卷了整片大陆——雅各听说异乡人亦可前往籴粮,便打发所有的儿子往埃及去买粮。他唯独留下了拉结所生、与约瑟同母的幼子便雅悯。

§2.96

οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνετύγχανον τῷ Ἰωσήπῳ χρῄζοντες ἀγορᾶς· οὐδὲν γὰρ ἦν, ὃ μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου· καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγίνετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν.

他们既到了埃及,便因求购粮食而前去拜见约瑟;因为凡事无不出自约瑟的意旨,当时人们唯有在奉迎尊重约瑟的同时,侍奉法老才对他们有所裨益。

§2.97

ὁ δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδʼ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων.3

约瑟认出了兄长们,但他们对约瑟毫无所觉,因为他离家时尚是少年,如今已长至这般年岁,容貌改变,使他们无法辨识,且因其地位极其显赫,他们甚至从未料想到他;于是约瑟试探他们,要看他们对整个事情持何种心志。

§2.98

τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν· οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας.

他不仅不把粮食卖给他们,反而指称他们是来窥探法老虚实的奸细,是从四方纠集而来,却借称是骨肉同胞;因为他断言,一介平民绝不可能养育出这样的、且相貌如此非凡出众的儿子,即便是君王,要哺育这样的子嗣亦非易事。

§2.99

ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτʼ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους.

他行这些事,是为了得知父亲的近况以及自己离开后父亲身上所发生的事,同时也想打听弟弟便雅悯的下落;因为他唯恐他们也像当初胆敢加害自己那样,把那幼弟也从家族中除掉了。

§2.100

Οἱ δʼ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν·

兄长们陷入了慌乱与恐惧之中,自以为大难临头,心中完全没有联想到自己的弟弟;面对指控,他们站出来答辩,由长兄吕便出面代言:

§2.101

ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι4 πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας.

“我们来到此地,”他说道,“绝非出于不义,亦非企图破坏法老的政事,而是寻求得救,并将您的仁慈视作逃避笼罩我们家园之灾祸的避难所;我们听说您不仅向本国国民,也向异邦人开放谷物市场,决意向一切困乏之人施予救援。

§2.102

ὅτι δʼ ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δʼ ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, ᾧ γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες.

至于我们是同胞兄弟、流着相同血液这一点,我们相貌的相仿与彼此相似便可显明;我们的父亲是希伯来人雅各,我们是他由四位妇人所生的十二个儿子;在所有人健在之时,我们原是幸福的。

§2.103

ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν· ὅ τε γὰρ πατὴρ μακρὸν ἐπʼ αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν.

但自我们的一位兄弟约瑟死后,我们的境遇便急转直下;因为父亲为他长期服丧,而我们既因那死者的不幸、又因老父的苦楚而饱受折磨。”

语法注4 条
  1. 2.92διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι

    在带冠词的不定式结构(διὰ τὸ εὕρασθαι)中,不定式的逻辑主语约瑟体现为宾格分词 εὐδαιμονήσαντα。由于不定式的动作主体与主句主语不一致,此处遵循了不定式句式通常带宾格主语的常规语法。

  2. 2.93διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακόν

    由介词 διά 与带冠词不定式 τὸ ... ἐπιπεσεῖν 构成的表原因结构。不定式的主语为 τὸ κακόν,而与格分词 μὴ προῃσθημένοις 是动词 ἐπιπίπτω 所要求的与格宾语(“落在未曾预察的人们头上”)。随后的主格分词 πονούμενοι 在意义上顺承这一群体(埃及民众)。

  3. 2.97ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων

    由 ὡς 引导的间接疑问句,因主句谓语为未完成过去时 διεπείραζεν 而使用了祈愿语气 ἔχοιεν。动词 ἔχω 后接表示心理状态的属格 γνώμης,构成固定搭配,意为“关于全盘事情持有怎样的心意/态度”。

  4. 2.101οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι

    宾格关系代名词 οὓς 在意义上承接前文 ὑμετέραν φιλανθρωπίαν 中所隐含的人称(对约瑟/当权者的敬称复数),并充当由 ἠκούομεν 所统辖的“宾格加不定式”结构(οὓς ... προτεθεικέναι)的逻辑主语,意为“我们听说您(们)不仅向本国人……开放了市场”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.92-2.103