- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.81-2.91
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法老向约瑟讲述了关于溪边母牛和麦穗的两个凶兆之梦,约瑟将其解明为七个丰年及随之而来的七个大荒年,并提出了蓄粮备荒之策。法老惊叹其智慧,任命约瑟为全埃及的治理者,赐予他新名并主持了他与祭司之女的婚事。
ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν1 εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι.
“因为我似乎正沿河漫步,看见七头肥壮且体型硕大的母牛从溪流走向沼泽;又有与此数目相等的另一些母牛从沼泽中迎面走来,极其干瘪,形容可怖;它们因遭饥荒严重折磨,即便吞吃了那些肥大的母牛也未得丝毫助益。
μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτʼ εἴη τὸ φάντασμα παρʼ ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει.
得见此景之后,我从睡梦中醒来,心中烦乱,正独自思忖这异象究竟为何,便又沉沉入睡,见到了第二个异梦,比前一个奇特得多,这梦令我更加惶恐不安。
στάχυας ἑπτὰ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας καὶ τούτοις ἑτέρους ἑπτὰ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρέσχον.
我看见从一条根上长出七个麦穗,因果实沉甸甸的以及到了收割的时节,已然垂头弯曲;在它们身旁又有另外七个麦穗,因缺少甘露而干瘪萎弱,它们竟然转而吞吃并消耗了那些饱满的麦穗,使我大为惊骇。”
Ἰώσηπος δὲ ὑπολαβών, ὄνειρος μὲν οὗτος, εἶπεν, ὦ βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν ἐσομένων. τὰς βοῦς ἰδεῖν ζῷον ἐπʼ ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας,2 καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονησάσῃ, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι.3 γενήσεται δὴ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος.
约瑟接着说道: “王啊,这梦虽显现为两种形式,却预示着将要发生之事同一个结局。看见母牛——生来在犁耙前劳作的牲畜——被劣等的母牛吞食,以及麦穗被残弱的麦穗所吞噬,乃是向埃及预告,在经历同样多年的富足之后,将有为期同样多年的饥荒与不毛之年,以致这些年岁里所产的丰饶将被随后同等年岁的荒歉所耗尽。生活必需品确实将出现极难补救的匮乏。
σημεῖον δέ· αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. ὁ μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλʼ ὅπως προυγνωκότες κουφοτέρας συνέσει ποιῶνται τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν.
这便是证据:干瘪的母牛吞噬了优良的母牛,却未能饱足。然而,神向世人预示未来之事,并非为了令人痛苦,而是为了让人预先知晓后,能凭智慧减轻所预告灾殃的折磨。因此,若您将首段时期出产的美物调配积蓄起来,就能使埃及人对即将来临的灾祸毫无痛感。”
Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας, ὑπετίθετο καὶ συνεβούλευε φειδὼ τῶν ἀγαθῶν, καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις ἐπιτρέπειν, ἀλλʼ ὅσα ἂν κατὰ τρυφὴν ἀναλώσωσιν ἐκ περισσοῦ, ταῦτα τηρεῖν εἰς τὸν τῆς ἐνδείας καιρόν, ἀποτίθεσθαί τε παρῄνει λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα.
王惊叹于约瑟的明哲与智慧,便询问在丰年之际当以何种方式预先料理其后的年月,以便使荒歉之灾更为减轻;约瑟进言并建议节约物资,不许埃及人挥霍浪费,凡因奢侈而多余消耗之物,皆当留存以待短缺之期;他又劝告王向农夫征集谷物入仓贮存,仅配发维持生存所需的口粮。
Φαραώθης δʼ ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας4 αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν ἃ καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι.5
法老因解梦与建策这两方面而惊叹于约瑟,便将政务委托给他,由他便宜行事,凡他认为对埃及平民与君王皆有益之事均可执行;王深信,找出了解决之道的人,也必将成为推行此道的最佳管理者。
ὁ δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφʼ ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφʼ ἧς ταῦτα ἔπραττε.
当王将此大权授予约瑟,并许他使用自己的印戒、穿戴紫袍时,他便乘着战车巡视全境,从农夫那里征集谷物,仅按各人播种与口粮所需的分量称量分发,却未向任何人透露自己行这些事的缘由。
Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι.
此时他已过了三十岁,尽享君王的一切恩宠。王鉴于他洞察力的异乎寻常,称他为‘撒弗纳忒·巴内亚’,因为这名字意为‘隐秘之事的发现者’。他又结成了一门极其显赫的婚姻:因君王从中撮合,他娶了赫利奥波利斯祭司波提非拉的女儿、尚为处女的亚西纳为妻。
- 2.81ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν
δοκέω 的人称构式(ἔδοξα + 分词 βαδίζων + 不定词 ἰδεῖν)。并非无人称构式(ἔδοξέ μοι,“在我看来”),而是主语自身表达“我似乎正在……”,分词 βαδίζων 为主格,与主语(法老)一致。
- 2.84τὰς βοῦς ἰδεῖν ζῷον ἐπʼ ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας
句首的不定词短语(τὰς βοῦς ἰδεῖν ... κατεσθιομένας)与接续的直陈语气分句(καὶ οἱ στάχυες ... προκαταγγέλλουσιν)构成了破格句(anacoluthon)。前半段的宾格不定词短语(“看见母牛被吞食”)原本起主语功能,随后句子结构发生转换,由 οἱ στάχυες 接管为主语,统领限定动词 προκαταγγέλλουσιν。
- 2.85ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι
连词 ὡς 搭配不定词 ὑπαναλωθῆναι,引导结果从句(相当于 ὥστε + 不定词),意为“以至于……被耗尽”。其中插入的短语 τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων 作定语修饰 ἀφορίας(“随后同等年岁的荒歉”)。
- 2.89ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας
动词 θαυμάζω 同时接表示赞叹对象的宾格(Ἰώσηπον)以及表示赞叹原因的属格(ἀμφοτέρων ... τῆς τε κρίσεως ... καὶ τῆς συμβουλίας),意为“因解梦和建言两方面而赞叹约瑟”。
- 2.89τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι
分词 ὑπολαβών(与法老一致)支配一个宾格加将来时不定词构式:τὸν ἐξευρόντα 为主语宾格,προστάτην ἄριστον 为表语宾格,γενήσεσθαι 为不定词(“深信找出了事情解决之道的人,也必将成为推行此事的最佳监督者”)。
