- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.104-2.115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟先将兄弟们拘押,后将他们释放,唯独留下西缅为质,要求他们带幼弟便雅悯前来作据。回到迦南的兄弟们向雅各禀告此事,雅各起初断然拒绝放走便雅悯,但在存粮耗尽、饥荒加剧的逼迫下,最终只得答应。
ἥκομέν τε νῦν ἐπʼ ἀγορὰν σίτου τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖ τῷ νεωτάτῳ τῶν ἀδελφῶν πεπιστευκότες· δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν, εἴ τι ψευδές ἐστι τῶν λεγομένων.
“如今我们来此籴粮,已将照顾父亲与打理家务之事托付给幼弟便雅悯;您若差人前往我们的家,便可查明所言之事是否有丝毫虚妄。”
Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, ὁ δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς, ἐπεί, φησί, διισχυρίζεσθε μήτʼ ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτʼ ἄν με ταῦθʼ οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρʼ ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε, μεθʼ ἑαυτῶν ἄγοντες· τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας. οἱ δʼ ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατʼ ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας,1 ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται· φέρειν δʼ αὐτοὺς πᾶν ὅ τι καὶ πάθοιεν κατʼ ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου.
吕便以此番言辞试图说服约瑟对他们作更有利的考量;但约瑟既已得知雅各尚在人世,且幼弟亦未丧命,当时便将他们投入监牢,仿佛要等有闲暇时再行审问,但在第三天把他们提了出来,说道:“既然你们坚称并非来破坏国王的政事,且是同胞兄弟,又是你们所说的那位父亲的儿子,那么只要你们把你们当中的一人留在我的身边——他绝不会遭受任何粗暴的对待——并在把粮食带回去给父亲之后,再次回到我这里, 把你们所说留在国内的那个弟弟一同带过来,你们便能使我相信事情果真如此;因为这将成为证实真情的凭据。” 然而兄弟们陷入了更深的灾难之中,痛哭流涕,彼此不住地为约瑟的惨遇哀叹,认为神因他们谋害约瑟而降罚于他们,使他们落入这些患难之中。吕便则严厉斥责他们此时的悔悟,指责这种悔悟对约瑟毫无益处;他要求他们无论遭受什么苦难,都应当坚忍承受,因为这正是神为约瑟伸冤而行的报应。
ταῦτα δʼ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων,2 ἐφʼ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι.
他们彼此说这些话,却未曾料到约瑟能听懂他们的语言。听到吕便的这番话,所有人都满面愁容,对过去的恶行深感懊悔,正如那些表决此事之人一般,在因这些事受罚时公认神是公义的。
βλέπων δʼ οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς.
见他们如此束手无策,约瑟情不自禁地落下泪来;因不愿在兄弟们面前显露出来,他便退避一旁,过了一会儿才重新回到他们面前。
καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν.
他扣押了西缅,留作兄弟们返回的质押,并吩咐其他人在领得所买的粮食后离去,同时命令仆人悄悄将他们用以购粮的银钱放进包裹之中,让他们连同银钱一同带走。仆人便照吩咐行事。
Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρʼ αὐτῷ γένοιτο·
雅各的儿子们回到迦南地后,将他们在埃及的遭遇向父亲禀报:他们如何被当作国王的奸细,如何虽声称彼此是兄弟并将第十一个弟弟留在家里陪伴父亲却未得采信,以及他们如何将西缅留在长官那里,直到便雅悯去到他那里,方能在长官面前证实他们所说属实;他们还请求父亲莫要害怕,将那少年同他们一道打发前去。
ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δʼ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν.
然而,儿子们的所作所为雅各全不满意;他为西缅被扣押深感悲痛,认为再把便雅悯也搭进去实属愚蠢。
καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις. οἱ δʼ ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν.
尽管吕便苦苦央求,甚至愿以自己的儿子作为抵押,称若便雅悯在旅途中有任何不测,祖父便可处死他们,雅各仍未听从他的言辞。他们对眼前的灾祸无计可施,而在粮袋中发现暗藏的银钱更令他们惊慌不安。
τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπʼ αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν· οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις,3 καὶ τοῦ πάθους οὖν χείρονος καθʼ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν.
当他们带回的粮食耗尽、饥荒愈发紧迫之时,迫于无奈,雅各才决定让便雅悯同兄弟们一起启程;因为若不履行先前的诺言,他们就无法前往埃及;由于困厄日益深重,加上儿子们的苦苦央求,雅各面对当前的局面已束手无策。
- 2.107Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας
形容词 πολὺς 与未完成式 ἦν 及分词 ἐπιπλήττων 搭配,属于表示持续且激烈态度的习用结构(“激烈地责备”)。动词 ἐπιπλήττω 此处带表人的与格(αὐτοῖς)以及表责难缘由的原因属格(τῆς μετανοίας)。
- 2.108ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων
承前名词 μετάμελος(“悔恨”)而来的属格并列结构。属格分词短语 τῶν ταῦτα ψηφισαμένων 与前面的 τῶν πραγμάτων(对罪行的悔恨)相平行,其后省略了 μετάμελος(“正如那些投票决定这些事之人的悔恨一样”)。此处的 ταῦτα 是后文 ἐφʼ οἷς ... κολαζόμενοι(“因这些事受罚”)的先行词,指他们当年针对约瑟所表决的恶行。
- 2.115οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις
非人称表达 οὐκ ἦν(“不可能”)支配与格 αὐτοῖς 及不定式 εἰς Αἴγυπτον ἀπελθεῖν。紧随其后带有否定词 μή 的分词短语 μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις 与与格 αὐτοῖς 一致,充当条件分词,表示“如果不带着兑现的诺言而去”。
