- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.68-2.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟为司膳总管解明了凶梦;三日后预言应验,酒政官复原职,司膳总管被处决。两年后,法老因恶梦难解而烦恼,在酒政举荐下将约瑟召入宫中。
μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά,1 καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλʼ ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετʼ οἰκείας ἡδονῆς τὸν ταῦθʼ ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες. τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν.
“然而,当你经历了这些事之后,切要记念预先向你宣告这些吉事的人;当你得掌大权之时,在你前往我们所预言的福分之际,万勿漠视将要被你抛在此处的我们。因为我们毫无过犯,竟落入锁链之中;我们乃是因着美德与节制,才被定罪承受恶人的下场,绝非为了贪图私欲而想要羞辱那如此待我们的人。” 酒政听见这梦有如此的解明,自然满心欢喜,等候着预言之事的应验。
Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα.
当时,王的司膳总管,一个同酒政一起被捆锁的奴仆,见约瑟对酒政的异象作了如此的断语,便也满怀希望,因为他自己也做了一个梦。于是他恳请约瑟讲明,前夜所见之物想要向他也预示什么。
ἦν δὲ τοιαῦτα· τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος.
其梦境如下: 他说:“我似乎头顶着三个篮子,两个装满了面包,第三个则装满了为君王烹制的肉食与各样佳肴;然而飞鸟扑翅而下,将所有食物啄食殆尽,全然不顾我挥手驱赶。”
καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα· ὁ δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετʼ ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι2 καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας·3 τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν· τῇ τρίτῃ δʼ αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν.
他原本期待自己的预言会与酒政的相似;但约瑟用心思忖了这梦,对他说,自己本巴不得能成为他吉事的解梦者,而非成为如这梦所预示之事的解梦者;约瑟告诉他,他活着的日子满打满算只剩两天,因为篮子正是预示着这一点;到了第三天,他将被钉上木架,沦为飞鸟的食物,自身完全无力抗御。这些事果然如同约瑟对二人所言那样迎来了结局:因为在预定的日子,王庆祝了自己的生日,将司膳总管钉上木架,而解除了酒政的锁链,恢复了他的原职。
Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος·
然而,约瑟在锁链中苦熬了整整两年,因酒政未曾记念先前之事而未得任何相助;神为他谋划了如下的解救之法,将他从牢狱中释放出来:
Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετʼ αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτʼ αὐτῷ, συνεκάλει μεθʼ ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν.
法老王在同一夜里做了两个异梦,虽连同各自的解明一同得见,却将解明遗忘,唯独记住了梦境本身。因此,他为所见之事深感忧愁——因为这些景象在他看来颇为不祥——到了白天便召集了埃及最博学的人,渴望得知这些异梦的判词。
ἀπορούντων δʼ ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος.
当众人茫然不知所措时,王越发惶恐不安。酒政看见法老的困惑,心中便浮现起约瑟以及约瑟对梦境的洞察力;他便上前向法老禀报了约瑟的事,说了自己如何在牢狱中得见异象、事情又如何完全如约瑟所言而应验,即司膳总管在同一天被处决,而这正是照着约瑟预先解明的梦意临到他身上的。
δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δʼ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης.4 τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.
他又补充说,这人虽被厨役长波提乏当作奴隶捆锁,但他自称在出身与父亲的威望上,位列希伯来人屈指可数的名门望族之中。“因此,请召他前来,切勿因他眼下的落魄而轻视他,您必能知晓异梦向您预示的事。”
κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως.
于是王吩咐将约瑟带到自己面前,奉命的人便遵照王的旨意为他修整仪表,将他带了来。
Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ.
王拉着他的右手说道: “年轻人啊,既然我的仆人如今证明你最为卓越、最有领悟之才,就请你也以先前施与这仆人的同样恩惠待我,为我讲明睡眠中异梦的景象向我预示了何事;我更希望你不要出于恐惧而有所隐瞒,即或真相更为阴郁,也切莫用虚假的言辞和讨好之语来奉承我。”
- 2.68μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά
命令式动词 μέμνησο 支配表示所记念之人的属格(τοῦ προκαταγγείλαντος)。分词短语 τούτων πειραθείς 为时间或条件副词性分词(修饰第二人称单数主语),意为“在你经历了这些事之后”,其中 τούτων 指前文所预言的获释之事。
- 2.72ὡς ἐβούλετʼ ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι
未完成过去直陈式 ἐβούλετο 与 ἄν 连用,构成与事实相反的愿望或非真实表达(“他本巴不得自己能够成为吉事的解梦者,但实际上并非如此”)。ὡς 引导依附于 εἰπών 的间接引语从句。
- 2.72δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας
在不定式宾格结构中,δύο ... ἡμέρας 作 ἔχειν 的宾语,定冠词短语 τὰς πάσας 插于其间,起限定和强调作用(“整整/总共两天”)。τοῦ ζῆν 为带定冠词的不定式属格,作 ἡμέρας 的定语(“活着的日子”)。
- 2.78Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης
介词短语 ἐν ὀλίγοις 为希腊语习语,意为“在少数人之中”,即“屈指可数的、出类拔萃的”。属格 Ἑβραίων 为部分属格(“在希伯来人之中”),随后的 γένους 与 τῆς τοῦ πατρὸς δόξης 则作关系属格或限定属格,表示其在门第与父亲声望方面名列前茅。
