← 弗拉维奥·约瑟夫斯

犹太古史

§2.56-2.67

约瑟下狱与为法老的酒政解梦

波提乏之妻向丈夫诬告约瑟,波提乏信以为真并将约瑟下狱;约瑟在狱中受到善待,并为同遭监禁的王之酒政解梦预言其获释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.56

ὃς οὔθʼ οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθʼ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλʼ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς,1 ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτʼ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν.

他既没有顾及自己当初是处于何种境况来到我们家而守住本分,也没有记念因着您的仁慈所获得的恩惠;相反,他本应当向我们展现完全的良善,否则便是不知感恩,然而他竟图谋玷污您的婚姻,而且还是在节日里探查到您不在家之时。可见,他先前无论显得多么恭谨,也只是出于对您的惧怕而保持克制,绝非生性良善。

§2.57

τοιοῦτον δʼ ἄρα τὸ παρʼ ἀξίαν αὐτὸν καὶ παρʼ ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον2 ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.

他那越过自身德能、超出期望而骤得的高位,竟使他如此放肆,仿佛一个获准领受您产业的托付与家政、且受重用超过年长仆役的人,也有权染指您的妻子一般。

§2.58

παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό.3 Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθʼ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δʼ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν.

说罢,她便向他出示那件外衣,声称是他企图施暴时遗留下来的。波提乏既无法怀疑哭泣的妻子,也无法怀疑她所说的话和眼前所见之物,加之更偏重对她的爱意,便没有去查究真相;他认定妻子贞洁,断定约瑟邪恶,遂将约瑟投入关押罪犯的牢狱,而对自己的妻子则更加引以为豪,赞许她的得体与贞节。

§2.60

Ἰώσηπος μὲν οὖν πάντʼ ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτʼ εἰς ἀπολογίαν οὔτʼ ἐπʼ ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν·

于是,约瑟将自身的一切都交托给神,既没有为自己辩白,也没有详细说明实情,而是默默承受了锁链与苦难,深信知晓这灾祸缘由与真相的神,必会胜过那些捆绑他的人;并且他立刻就体验到了神的眷顾之实证。

§2.61

ὁ γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε.

因为狱吏察觉到约瑟在他所委派的事务上表现出的勤勉与忠信,又见他容貌端正庄重,便减轻了他的锁链,使他的苦境变得更为轻省温和,并准许他过上优于寻常囚犯的生活。

§2.62

τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρʼ ἀλλήλων τὰς αἰτίας ἐφʼ αἷς κατακριθεῖεν ἀναπυνθανομένων, οἰνοχόος τοῦ βασιλέως καὶ σφόδρα αὐτῷ τιμώμενος κατʼ ὀργὴν δεδεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τὰς πέδας συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο καί, συνέσει γὰρ ἐδόκει αὐτὸν προύχειν, ὄναρ ἰδὼν ἐξέθετο παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν.

处于同等处境的人们,每逢从劳作的劳苦中歇息下来,便如遭遇同等厄运之人所常有的那样,转而攀谈交谈,相互打听各自因何罪名被定罪。王的一位酒政——曾深受王器重,却因王动怒而被关押,与约瑟同受锁链之苦——与约瑟愈发亲近起来;因见约瑟似乎在智慧上超群拔萃,酒政便在做了一个梦之后,将梦境告知约瑟,恳求他讲明是否有何寓意,并抱怨说在王所降下的灾祸之外,神竟又借着梦境的烦忧给他增添重负。

§2.64

Ἔλεγε δʼ οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως.

他说,他在睡梦中见到一株长出三根枝条的葡萄树,每根枝条上都挂着已然硕大、宜于采摘的葡萄串;王在下方举着酒杯,他便将这些葡萄挤压入杯中,滤清了未发酵的新酒,递给王喝,王欣然接纳了。

§2.65

τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δʼ εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. ὁ δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος· καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπʼ ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων.

他说明所见的异象便是如此,并恳求约瑟若分得任何聪慧,就为他解明这异象的预兆。约瑟劝他放心,并期待在三日之内脱去锁链,因为王渴望他的服侍,必会再次将他恢复原职;约瑟指出,神将葡萄树的果实赐予人类本是为了益处,它既用于向神自身奠祭,又在人与人之间作为信任与友谊的保证,既能消除仇怨,又能除去饮用者的苦痛与悲伤,将他们引向欢畅。

§2.67

τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους.

“因此,既然你说王接受了你用双手从那三个葡萄串中挤出的果汁,那么你就应当知道,这一异象对你是吉祥的,并且预示着在与你睡梦中采摘果实的枝条数目相同的天数之内,你当下的苦难必得解脱。”

语法注3 条
  1. 2.56ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς

    分词 ὤν 与 ἄν 连用,相当于与事实相反条件句的归结从句(相当于 ἀχάριστος ἂν ἦν),与条件从句 εἰ μὴ πάντα παρεῖχεν 搭配,意为“若不对我们展现完全的善意,他本就会是不知感恩的人(然而他竟然图谋犯下更严重的罪)”。

  2. 2.57ὡς δέον

    ὡς δέον 是由非人称动词 δεῖ 的中性宾格分词构成的独立宾格结构,带有 ὡς,用以表示主观认定或宣称的理由(“仿佛理所当然应当……”),统摄后文由 τούτῳ 引领的包含不定式 ψαύειν 的结构。

  3. 2.58ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό

    带有 ὡς 的属格独立结构,用来表达指控者所声称的情由(“声称是他企图施暴时遗留下来的”)。分词 καταλιπόντος 的逻辑主语(约瑟)因上下文显而易见而在句中省略。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.56-2.67