- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.45-2.55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在一次公共节日期间,波提乏的妻子装病留在家中,对约瑟软硬兼施加以诱逼,但约瑟恪守道德坚决拒绝,并在挣脱时留下了外衣逃走。妇人既恐败露又怀恨在心,遂抢先向归家的丈夫诬告约瑟企图玷污自己。
Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθʼ ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφʼ οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται·
因此,逢到一个依照惯例连妇女也要去赶集的大型公共节日,她便向丈夫托病,以求得独处的闲暇来向约瑟祈求;而当她如愿获得这机会时,便向他倾吐了比以往更为迫切的话语。她说,他在她最初的央求之后就顺从,而不加回绝,本是合宜的,这既出于对恳求者的敬重,又体谅到了情欲的炽烈——正是受这情欲所迫,她身为女主人竟降贵纡尊到了低于此种身份的地步;但即使到了现在,只要他肯屈从,依然会显得更为明智,并且也将纠正先前的固执。
εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι· εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν.1
因为,如果他是在等待第二次恳求,那么如今这一恳求已带着更大的热切而作出——她甚至托病而把与他交谈置于节日和盛会之上;而如果他是因猜忌而抵触她最初的思虑,那么她对同一愿望的坚持,正可作为凭据,表明其中毫无奸巧诡诈之意。
προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρʼ αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον.
她又说,若顺从她的爱意,他便可期待享用如今已经分有的种种好处,并且因变得顺服而享受更大的福分;但若拒绝这一要求,把节制的名声置于取悦女主人之上,则必将招致她的报复与仇恨。
οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.
因为一旦她转而控告他,向丈夫诬告他图谋不轨,那所谓的节制对他将毫无益处;而且波提乏定会更加相信她的话,而不是他的话,哪怕他的话完全出自实情。
Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτʼ ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφʼ οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ.
妇人虽含泪如此说,但怜悯未能劝使他丧失节制,恐惧也未能强迫他就范;相反,他抗拒了她的恳求,未屈服于她的威胁,宁可蒙受冤屈并忍受某种更为严酷的磨难,也不愿因顺从她而享受眼前的利益,因为若顺从,他便深知自己在良心上自当丧命。
γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπʼ ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ, τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους· καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλʼ οὐ συνεξαμαρτάνοντος αἰδοῖ· πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ.
他向她提起婚姻以及与丈夫的共处,劝勉她把更多的分量赋予这些,而非情欲的一时之乐;因为情欲日后只会带来徒增痛苦却不能纠正所犯罪愆的悔恨,带来败露的恐惧,以及仅仅因恶行隐秘未为人知而生出的侥幸;然而与丈夫的结合却拥有毫无危险的欢愉,此外更有源于无愧良心的、对神与对人的莫大坦荡。他还指出,她若保持纯洁,将能更加主宰他,并以女主人的权威对待他,而不是出于对同谋犯罪者的顾忌;并且因昭然于众的善行而坦然无惧,远胜过因隐秘的恶行而侥幸自安。
Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν.
约瑟借着说出这些话以及更多类似的言语,试图遏止这妇人的冲动,将她的情欲引回理性;但她却以更为猛烈的势头施展其狂热,在对劝说绝望之后竟动起手来,企图强迫他就范。
ὡς δʼ ἐξέφυγεν ὑπὸ ὀργῆς ὁ Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο.
然而,当约瑟义愤填膺地逃脱,甚至连外衣也留下了——因为她正扯着他的外衣,他便弃之不顾跳出了卧房——她便极度恐慌起来,唯恐他向丈夫告发自己,同时因遭受拒斥的羞辱而痛彻心扉,遂决意抢先一步向波提乏诬告约瑟;她认为以这种方式为自己遭受的严酷怠慢复仇,并抢先进行诬陷,既是精明的也是符合妇道心计的。
καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετʼ ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καί τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον,2
于是她神色沮丧、心绪不宁地坐着,满怀怒气地将未能遂愿的悲伤伪装成因贞洁险遭败坏而有的悲愤。待到丈夫归来,见此情状大感不安并询问缘由时,她便开始了对约瑟的控告,说道: “丈夫啊,但愿你死掉,否则你就去惩办那个妄图玷污你床榻的恶奴吧!”
- 2.47εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· ... εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν.
这是内嵌于间接引语中的选择性条件句结构。条件从句(εἴτε... ἐξεδέχετο / εἴτε... ἀντέκρουσε)分别使用未完成过去时与不定过去时直陈式表示对过去事实的假定,结论从句则受间接引语支配而使用不定式(γεγονέναι 和 κρίνειν)。在后半句中,不定式 κρίνειν(隐含主语为 αὐτόν)的宾语是带冠词不定式 τὸ τοῖς αὐτοῖς ἐπιμένειν(“坚持同一种愿望”),σύμβολον(“凭证/记号”)作宾语补足语,属格短语 τοῦ μηδεμίαν κακουργίαν εἶναι 则是修饰 σύμβολον 的内容属格(“表明毫无奸计的凭证”)。
- 2.55τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον
这是一个极具戏剧性和情绪化的表达,祈愿语气(τεθναίης)与命令语气(κόλασον)通过连词 ἤ(“要么……否则……”)连接。τεθναίης 是动词 θνῄσκω 的完成时祈愿语气二人称单数,直译为“愿你死掉”。它与后面的 ἢ ... κόλασον(“否则就惩办……”)构成一种通牒式的强烈威胁与催逼,意即如果丈夫不严惩这个奴隶,就等同于丈夫受辱至死或宁可去死,极力渲染了诬告时的悲愤声势。
