← 弗拉维奥·约瑟夫斯

犹太古史

§2.34-2.44

雅各的哀痛与约瑟在埃及受诱惑

流便得知约瑟被卖后停止了悲伤,兄弟们用染血的短袍欺骗雅各,使雅各确信其死讯并陷入剧痛。与此同时在埃及,约瑟深得波提乏的重用,并坚决拒绝了主人妻子的诱惑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34

Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος.

流便夜间来到坑旁,本意欲背着兄弟们救出约瑟;但当他呼唤而约瑟没有应答时,他因恐慌兄弟们已在他离去后害死了约瑟,便开始斥责他们。待兄弟们将所行之事如实告知,流便方才停止了悲叹。

§2.35

Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δʼ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος.

当兄弟们处置好约瑟之事后,便谋划怎样做才能使自己在父亲面前洗脱嫌疑。于是他们决定将约瑟来到他们那里时所穿、并在将他放进坑里时脱下的短袍撕成碎片,染上公山羊的血,带去呈给父亲观看,好让他看起来是被野兽所咬死。

§2.36

καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον,1 ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτʼ ἰδεῖν οὔθʼ ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη.

他们照此行事之后,便来到这位已经获悉关于儿子某些消息的老人面前,声称他们既未见过约瑟,也未得知他遭遇了何种不幸,只是找到了这件染血被撕破的短袍,由此怀疑他若是穿着此袍离家出发的话,恐怕是遇上野兽丧了命。

§2.37

Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός,2 τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δʼ αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν.

雅各起初尚抱有较为轻松的指望,以为孩子或许只是被掳为奴,然而他见这短袍便放弃了这种念头,将其视作约瑟已死的确凿证据;因为他认出这正是自己打发他去兄弟们那里时所穿的那件袍子,从此便如同悼念死者一般为这少年哀痛不已。

§2.38

καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν.

他沉浸在灾难的痛苦之中,宛如只有这一个儿子的父亲,且被剥夺了来自其他儿子的抚慰,推测约瑟是在与兄弟们会合之前就被野兽夺去了性命。他身披麻布坐着,悲痛欲绝,既不能在儿子们的安慰下有所舒缓,亦未因痛苦的折磨而停止哀痛。

§2.39

Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν.

与此同时,法老王的膳食长、埃及人波提乏买下了由商人们出售的约瑟,对他极其礼遇,施以自由人应得的教养,准许他享受优于奴隶境遇的生活,并将掌管家务的大权托付给他。

§2.40

ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδʼ ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον.

约瑟不仅领受了这些待遇,且身处剧变之中亦未抛弃内心的品德,反而清楚表明,高尚的心志对于那些真诚怀有它而非仅为顺应一时顺境的人而言,完全有能力克服人生中的厄难。

§2.41

Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι, καὶ πρὸς τὸ σχῆμα τῆς τότε δουλείας ἀλλʼ οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν, ἀλλὰ κρατεῖν τε τοῦ πάθους κἀκείνην παρεκάλει τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος, σταλήσεσθαι γάρ τε αὐτῇ τοῦτο μὴ παρούσης ἐλπίδος, αὐτός τε πάντα μᾶλλον ὑπομενεῖν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν μηδὲν ἐναντίον, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν.

主人的妻子因约瑟容貌俊美且办事练达而对他产生了情欲,以为若向他表明心迹,便极易说服他与自己私通,料想他必将女主人的恳求视作非凡的幸运;并且她只着眼于约瑟当时为奴的表面身份,却未看清他在剧变中依然坚守的品格,向他公开了自己的欲望并提出了苟合的要求。然而约瑟回绝了这一要求,判定赐予她此种恩惠是有违敬虔的,因为这无异于背叛并羞辱买下他且赋予他如此尊荣的主人。相反,他劝勉她也克制情欲,向她指明这欲望绝无实现的可能——因为若无指望,这情欲自会消退——并声明自己宁可忍受一切,也绝不顺从于此;因为即便作为奴隶不应违抗女主人,但对于此类命令的抗拒却有着充分的辩白理由。

§2.44

τῆς δʼ ἔτι μᾶλλον ἐπέτεινε τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν3 καὶ δεινῶς ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο κατεργάσασθαι.

然而约瑟对一个未曾料到会遭拒的女人所作的抵制,反而更加煽动了她的情欲;她在欲望的猛烈困扰下,极力图谋借着第二次尝试来达到目的。

语法注3 条
  1. 2.36τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον

    ἀφιγμένον 为完成时关身被动分词,修饰 τὸν πρεσβύτην(雅各)。短语 εἰς γνῶσιν ἀφικνεῖσθαι 为惯用表达,意为“获悉/得知……的消息”;属格 τῶν περὶ τὸν υἱόν 作 γνῶσιν 的宾格性属格,指老人已经得知了关于儿子的某些消息或风声。

  2. 2.37ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός

    由 ὡς 引导的属格绝对结构(ἠνδραποδισμένου ... τοῦ παιδός),表示主语雅各的主观推测或指望。与格 αὐτῷ 为利害/关系与格(“对他而言”),小词 δῆθεν 则带有“想必/据推测”的拟议、推断语气。

  3. 2.44τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν

    带有冠词的不定式从句 τὸ ... ἀντισχεῖν 充当句子的主语,主要动词为 ἐπέτεινε,直接宾语为 τὸν ἔρωτα。阴性与格分词 προσδοκώσῃ 用作指涉主人的妻子的关系与格(“对未曾料到的她而言”),整体结构为“约瑟对毫无预期的她所作的抵制,更加刺激了她的情欲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.34-2.44