- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.22-2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
流便陈述神意、良知与双亲的悲痛,竭力劝阻兄弟们杀害约瑟;在劝阻无果后,他提议将约瑟投入枯坑以避免亲手流血。随后在流便离开之际,犹大提议将约瑟卖给途经的商人为奴。
ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν1 καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατʼ ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται.
他说,甚至对一个毫无血缘关系的人施以杀害,在神与人看来都被视为恶劣且不义之举,若是被人看见犯下屠戮兄弟的罪行,则更为令人发指;若其被杀,父亲固然一同受害,母亲也会被拖入违背常理的丧子之痛与悲戚之中。
τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει2 καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, προελθόντας δʼ ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην3 μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπʼ ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις· ὅπου γὰρ ἂν ἄνθρωπος ᾖ χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν.
因此他规劝他们,应当敬重这二位双亲,并在理智中权衡若失去这样一个善良且最年幼的孩子,〔双亲〕将承受怎样的痛苦,从而止息这大逆不道的企图,并当敬畏神;神不仅是他们谋害兄弟之计的旁观者,更早已成为其见证者;若他们中止这行为,顺从悔悟与克制,神必喜爱他们;但若他们执意下手,凡是兄弟相残的刑罚,神无一不会向他们追讨,因为他们玷污了神无处不在的照料,这照料既不缺席于旷野中所行之事,也不缺席于城邑之中;盖凡有人在之处,便当认定神亦在彼。
τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδράναι.
他还说,对于这大胆妄为的罪行,他们自己的良知将成为他们的仇敌;而这良知,无论是将它持守为善之人,还是拥有在他们杀害兄弟后将与他们同处的那种〔良知〕之人,皆无人能够逃脱。
προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν·
他在前述话语之外又补充了这些:即便兄弟有所冒犯,将其杀害亦非合乎敬虔之举,而对于如此亲近之人,甚至在其似乎有过失之事上不念旧恶,方为美德。然而约瑟甚至未曾对他们行恶,他们却将要除灭他。他幼弱的年纪反倒更是在恳求怜悯以及来自我们的看护照料。
ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλʼ οἰκείων·
况且,杀害的缘由更使他们的行径恶劣得多:因嫉妒他将得的福分,他们竟决意将他从世上除掉;然而他们并非外人而是至亲,本该与他一同承受、平等分享这些福分。
ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν,4 εἰ τὸν ὑπʼ αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσεται.
因为凡神将赐给约瑟的,他们本应视作自己所有,如今却在激起忿怒;正因如此,应当合理地认为,若他们杀害了被神判定配得所盼望之福乐的人,从而夺去了神欲施恩的对象,神的忿怒必将更加严厉。
Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως·
流便说了这番话并说了更多言辞,苦苦哀求,试图劝阻他们免于杀害兄弟;但他见他们因这些话丝毫未变得温和,反倒急于下手杀害,便建议他们借由除掉他的方式来使这一恶行显得较为宽缓。
καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δʼ ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφʼ ᾧ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλʼ ὡς ἐν ἀπόροις κουφότερον.
因为他说,顺从他起初的规劝固然更好,但既然他们执意要杀害兄弟,若能听从他现在的建议,便不致沦为极端恶毒之人;盖他们所急于企图的举动虽也包含在这些办法之中,却非先前那样凶残,而是在无可奈何的困局中尽量减轻罪责。
ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν ὁ Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.
因为他要求他们不要亲手杀害兄弟,而是将他抛入旁边的坑中,任其如此死去,至少以此换取双手免遭玷污。待青年们同意了这些,流便领过这少年,用细绳将他捆住,缓缓放进坑里;因为那坑里确实完全没有水。做完这事后,他便离去寻找适于放牧之地。
Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν· ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα.
然而,同为雅各之子之一的犹大,在流便离去后,见有以实玛利族裔的阿拉伯商人运载着香料与叙利亚货物自基列送往埃及人那里,便向兄弟们建议将约瑟拉上来卖给阿拉伯人;因为这样一来他将被带到尽可能遥远之地死在异邦人中间,而他们自己也能借此脱免这污秽之罪。于是这主意获得认可,他们把约瑟从坑里拉上来,以二十弥那的价格卖给了商人,此时他刚满十七岁。
- 2.22ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν
连词 ὡς 引导承接上一段落末尾分词句 ὑποδεικνὺς... 的间接引语。开头的 δοκοῦν 作绝对宾格(accusative absolute),构成让步与前提状语(“既然……被认为”)。全句骨架对比了杀害非亲属(τὸ χειρουργῆσαι φόνον)与杀害亲兄弟(τὸ σφαγὴν δράσαντας ὀφθῆναι)的恶劣程度。
- 2.23τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει
主动词 παρεκάλει(劝告)支配不定式 ἀποσχέσθαι(罢手、克制),而带宾格的分词(λαβόντας、παραθεμένους 以及后面的 δείσαντας)作为不定式的逻辑主语,指代众兄弟。τούτων αὐτῶν 作 αἰδῶ 的宾格性属格,指前述的双亲。αὐτοῖς 为关涉与格(dative of reference/disadvantage),与属格绝对结构 τεθνηκότος... παιδός 连用,强调爱子夭折对父母所造成的剧痛。
- 2.24οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην
此句为希腊语熟语 οὐκ ἔστιν ὅστις οὐ(“无人不……”)的句法变体。关系代词 ἥν 与 δίκην 性数一致,字面意为“不存在任何一种惩罚是祂不会追讨的”,以双重否定构成强烈的全称肯定,意指神必对弑兄之罪施加所有应得的严惩。
- 2.28προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν
未完成过去时 προσεκίνουν 表示兄弟们顽固的态度正在持续“激起”神的忿怒。καλῶς ἔχειν 是间接引语中依赖于 ἔλεγεν 的非人称不定式结构,意为“理当认为……”。带有谓语形容词 χαλεπωτέραν 的将来时不定式 ἔσεσθαι 的省略主语是前面的 τὴν ὀργήν(神的忿怒),它构成了后文条件从句 εἰ... ἀφαιρήσονται 的主句结论(apodosis)。
