← 弗拉维奥·约瑟夫斯

犹太古史

§2.128-2.138

银杯被搜出与约瑟对便雅悯的判决

被追兵赶上的兄弟们坚决否认盗窃银杯并主动要求搜查,然而银杯却在便雅悯的包裹中被搜出,众人绝望地被押送折返。面对约瑟的质问,兄弟们甘愿代其受罚并忏悔昔日的恶行,而约瑟则坚持只惩处便雅悯一人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128

οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν,1 οἳ μηδʼ αὐτὸ τοῦτο τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τὴν Ἰωσήπου διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δὲ, ᾧ φιλοτησίας αὐτοῖς προύπιεν, ἀράμενοι φέροιεν κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν εἰ φωραθεῖεν κίνδυνον ἐν δευτέρῳ θέμενοι·

——他们称这些人是极恶之徒,因为他们不久前刚从主人那里获得了尊荣和款待,却连约瑟的款待和恩遇都不放在心上,竟毫不犹豫地对他行不义之事,带走了他用以向他们祝酒的银杯,为了不义之财而将与约瑟的情谊以及一旦败露自身的危险都置之度外。

§2.129

τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδʼ ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας·2 γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων ὁ οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν.

他们还威胁说,他们必将受到惩罚,因为他们既瞒不过神,即便躲过了侍奉的仆人,也无法带着赃物逃之夭夭。他们还说,兄弟们如今故作不知地询问“我们为何而来”,但很快在受罚时便会知晓。仆人对着他们说出这些甚至更甚的话,极尽凌辱之能事。

§2.130

οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν οἰκέτην ἐθαύμαζον τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλʼ ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν· τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι.3

然而兄弟们因对自身处境一无所知,对这番话嗤之以鼻,并对仆人的轻浮狂妄感到惊异,竟敢对这样的人横加指责——他们连在粮袋里发现的粮价都没有据为己有,而是在无人知晓实情的情况下原样送回;他们距离故意作恶何其遥远!

§2.131

τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι κἂν εὑρεθῇ τις ὑφῃρημένος ἅπαντας κολάζειν· οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. ὁ δὲ τὴν ἔρευναν μὲν ἠξίωσε ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκεν εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιημένου.

不过,他们认为搜查比单纯的否认更具公信力,便要求仆人进行搜查,若是发现有谁偷窃,尽可将全员惩处;因为自问问心无愧,他们表现出在他们看来毫无危险的坦荡。仆人虽认为应当进行搜查,却声称惩罚只应归于被查出犯下偷盗罪的那一个人。

§2.132

τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλʼ ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν.

他们展开搜查,在搜查过程中查遍了其余所有人之后,最后才来到便雅悯面前;这并非因为不知道他们已将银杯藏在他的粮袋里,而是想要显出搜查是极为周密详尽的。

§2.133

οἱ μὲν οὖν ἄλλοι τοῦ κατʼ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δʼ ὡς οὐδʼ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι.

其余的人因此摆脱了对自身的恐惧,随后便全心关切便雅悯,但深信在他身上也不会查出任何罪行,并责备那些追赶的人,怪他们在自己本可赶路前行时阻碍了行程。

§2.134

ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας.

然而,当〔追兵〕搜查便雅悯的包裹并取出银杯时,〔兄弟们〕立刻转为哀号与痛哭,撕裂衣裳,既为弟弟因偷窃即将面临的惩罚而哭泣,又为自己在便雅悯的安危上终究辜负了父亲而痛哭。

§2.135

ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι,4 τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπʼ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι.

令他们感到灾祸倍增的是,他们本以为已经逃脱了厄运,这份幸运却被命运所嫉妒;他们声称自己强迫不情愿的父亲让弟弟一同前往,正是降临在弟弟身上的灾祸以及父亲由此承受的悲痛的罪魁祸首。

§2.136

Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, ὁ δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δʼ ἐν πενθίμοις σχήμασι, τί δή, φησίν, ὦ κάκιστοι, φρονήσαντες ἢ περὶ τῆς ἐμῆς φιλανθρωπίας ἢ περὶ τοῦ θεοῦ τῆς προνοίας τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;

于是骑兵们押解着便雅悯前往约瑟那里,兄弟们也随行在后。约瑟见便雅悯被押受审,其余人皆是一副服丧之相,便说道:“你们这些恶棍,究竟是怎样看待我的仁慈,抑或是怎样看待神的预见,竟敢对恩人和东道主做出这样的事来?”

§2.137

τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατʼ αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δʼ αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπʼ ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθʼ ὁ Ῥουβῆλος αὐτῶν καθαπτόμενος.5

当他们为了保全便雅悯而甘愿领受惩罚,再次想起自己曾经对约瑟犯下的罪行,称约瑟更为有福——若他已死,是因为他已脱离尘世的苦难;若他尚存,是因为他正从神那里得到对他们的报复——并称自己是对父亲的孽障,因为他们在父亲至今对约瑟怀有的悲痛之上又增添了对便雅悯的悲痛时,流便也在此刻激烈地指责他们。

§2.138

Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος, οὐδὲν γὰρ αὐτὸν ἀδικεῖν, ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος, οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ, βαδιοῦσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου,

然而约瑟却释放了其他人,说他们并未对自己行任何不义,只满足于对少年一人的惩罚;因为他说,既不该因无辜之人而放走有罪之人,也不该将无辜之人与犯下偷窃罪的人一同惩治,并许诺将保全他们的安全以供他们赶路回家,

语法注5 条
  1. 2.128οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν

    此句承接上一段落末尾的宾格分词结构 ταραχθέντας... καὶ τὴν αἰτίαν πυθομένους(指代兄弟们)。关系代词 οἳ 引出带有直陈式现在完成时 τετυχήκασιν 的从句,其先行词为前文的 ἄνδρας(兄弟们自己)。主动词 ἀπεκάλουν 的主语是追赶的骑兵与仆人,指责这些不久前刚蒙主人款待礼遇的人为极恶之徒。

  2. 2.129πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας

    该结构体现了在间接引语(不定词 πυνθάνεσθαι)中保留追赶者视点的间接问句 τί παρόντες εἴημεν。从属节中的第一人称复数祈愿式 εἴημεν 出自主讲者(仆人/追赶者)的视角,意为“他们如今却像一无所知一样询问‘我们为何而来’”。直接对话中兄弟们质问追兵“你们为何而来”,在转述时被置换为追兵自身的第一人称。

  3. 2.130τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι

    这是由 πολλοῦ/τοσούτου ἀποδεῖν(“远未达到……”、“绝无可能……”)构成的惯用表达,在此作为间接引语中的结果或陈述不定词短语。带冠词不定词属格 τοῦ γνώμῃ κακουργῆσαι 由 ἀποδεῖν 所支配(表示分离的属格),全句意为“他们距离故意作恶何其遥远”。

  4. 2.135τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι

    带冠词不定词结构(τὸ ... διαφθονηθῆναι)作为主动词 ἐπέτεινε(加剧)的主语。宾格分词 δόξαντας 作为被动不定词 διαφθονηθῆναι 的逻辑主语。διαφθονέω 被动态意为“(幸运或脱险)受到妒忌或被命运阻挠”,整句表示“本以为已经脱离险境(τὰ σκυθρωπά),这份幸运却被命运所嫉损”这一事实加重了他们的灾祸感。

  5. 2.137πολὺς ἦν κἀνταῦθʼ ὁ Ῥουβῆλος αὐτῶν καθαπτόμενος

    形容词 πολύς 处于表语位置,与分词 καθαπτόμενος(责备)连用,构成惯用句式(πολὺς ἦν + 分词),表示“流便在这里也极其激烈地责备他们”。动词 καθάπτομαι 支配属格(αὐτῶν);κἀνταῦθʼ(καὶ ἐνταῦθα)意为“在此处亦”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.128-2.138