- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.116-2.127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
犹大说服雅各让便雅悯随兄弟们带礼物前往埃及;约瑟款待了他们,却暗中将银杯放入便雅悯的包裹中以试炼兄弟们。
Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι· φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον,1 πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν,2 οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.
然而,在其他方面生性大胆的犹大坦诚地向父亲直陈,说父亲不应当为弟弟担忧,也不应当把并不可怕的事情疑神疑鬼,因为若无神的同在,关乎弟弟的任何事都不会发生,而这即便他留在父亲身边也同样会完全如此;他又劝父亲不要就这样宣判他们必然灭亡,更不要因对孩子的无理担忧而剥夺他们从法老那里获取粮食的丰足供应,同时也要顾全西缅的安危,免得因舍不得便雅悯成行而致西缅丧命。他还劝父亲在便雅悯的事上信赖神和他自己,表明自己若不能将儿子完好地带回给父亲,便愿与他一同结束生命。雅各被说服了,便交出了便雅悯,并让他们带上双倍的粮价,以及迦南地出产的香膏、流质没药、笃耨香和蜂蜜,作为礼物带去给约瑟。儿子们出发之际,父亲和他们自己都流了许多眼泪;因为父亲担忧自己能否从这次远行中安然迎回儿子们,而儿子们则担忧能否见到父亲身体健壮、未因对他们的悲伤而有所衰损。他们的悲哀持续了一整天,老人家精疲力竭地留了下来,而他们则前往埃及,怀着更美好的希望来抚平当前的悲伤。
Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό.
他们到达埃及后,被带到了约瑟的寓所,但一股非同寻常的恐惧搅扰着他们,唯恐因粮食的价钱而遭到指控,仿佛自己做了什么恶事;他们向约瑟的管家作了极力的辩白,声称银钱是到了家之后在袋子里发现的,如今他们特地带回来交还。
τοῦ δὲ μηδʼ ὅ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον.
管家回答说连他们在说什么都不知道,他们心中的恐惧这才得以释怀。在此期间,约瑟服侍国王归来,他们便将礼物呈献给他;当约瑟询问起他们的父亲时,他们回答说见到父亲身体康健。
ὁ δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα.
约瑟得知父亲尚在人世,便就便雅悯询问这是否就是他们的幼弟,因为他确实看见了他。当他们回答说是约瑟的仆人时,约瑟说神在一切事上都是庇护者;但他因情绪激动情不自禁地流下泪来,不愿在兄弟们面前显露,便退避一旁。接着他邀请他们赴宴,他们入座的次序正如在父亲身边时一样。约瑟款待他们所有人,但将摆在自己面前的分量加倍赐给便雅悯,以示尊荣。
Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν.
晚餐后他们准备就寝,约瑟吩咐管家将量好的粮食给他们,并将粮钱重新藏入袋子中,又将自己平日喜用饮酒的银杯放入便雅悯的包裹中留下。
ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ3 καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα.
他做这些事是想考验他的兄弟们:当便雅悯因涉嫌偷窃而被押走、看似身处险境时,他们究竟是会相助,还是借口自己未作任何恶事而抛弃他,径自返回父亲那里。
ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθʼ ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δʼ αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον.
仆人照吩咐办妥之后,天明时分,雅各的儿子们对此浑然不知地启程离去,他们领回了西缅,既为领回西缅,又为能按诺言将便雅悯带回给父亲而满怀双重的喜悦。然而,带领着将银杯放入便雅悯包裹中的那个仆人的骑兵们从周围包抄了他们。
ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους διʼ ἣν ἐπʼ ἄνδρας ἐληλύθασιν,
他们因骑兵突如其来的袭击而惊慌失措,并询问对方究竟为何冲着他们这样的人而来,
- 2.117ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον
由 ὡς 引导属格未来分词(ἐπανάξοντος 与 συγκαταστρέψοντος)的结构。逻辑上的主语是犹大本人,用作独立属格以表达犹大本人的坚定誓言或保证。语法上呼应前文修饰犹大的分词结构(Ἰούδα... παραινοῦντος)。
- 2.119ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν
先取构词(prolepsis)。间接疑问节(εἰ κομιεῖται...)中的宾语 τοὺς υἱοὺς 被提前置于主动词 ἐφρόντιζεν 之前作为宾格。骨架结构表达为“就儿子们而言,他忧虑是否能将他们安全带回”。
- 2.125κλοπῆς ἀγομένῳ
κλοπῆς 为表示罪名或起诉由头的属格(genitive of charge/crime),修饰 ἀγομένῳ(动词 ἄγω 表示押送受审或起诉),意为“因涉嫌盗窃而被押走”。
