- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.139-2.149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
犹大代表众兄弟挺身而出,在承认罪过的同时,诉诸约瑟卓越的仁德与老父雅各的悲痛,恳求赦免便雅悯和众兄弟的性命。
τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ ὁ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, καί δεινὰ μέν, εἶπεν, ὦ στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλʼ ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν διʼ αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν.
其他人都陷入了惊愕,面对突来的灾祸哑口无言;然而犹大——正是他说服父亲差遣少年前来,且在其他事上亦是精明强干之人——决意为了兄弟的得救挺身涉险,说道: “长官啊,我们向您做下了可怕的恶行,理应受罚,即便这过错并非出于旁人,而是单单出在最年幼的一人身上,我们所有人也理当蒙受惩罚。然而,对于已放弃因他自身而获救指望的我们而言,您的仁德尚留给我们一丝希望,足以担保我们逃脱危险。
καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἆλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν οὐκ ἐν τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπʼ αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδʼ αὐτοὺς ὡς ἰδίας ἔτι τῆς σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας.
如今,请不要只看着我们的作为,也不要单顾这恶行,而是让您自身的天性与美德取代愤怒来作为谋士——愤怒乃是其余凡庸之人用以恃为强力的手段,不仅在大端上、甚至在寻常之事上也随意行之——面对愤怒请展现出您的宽宏大度,切勿被它所压倒,以致杀害了那些如今甚至不再将生存视为自身权利、而只求从您那里蒙受赐予的人。
καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε.
因为您如今赐予我们生路并非初次;先前我们前来购粮时,您就曾赐予恩惠,提供丰足的粮食,让我们带回足够在饥荒濒临绝境时保全家眷的物资。
διαφέρει δʼ οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπʼ ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν1 καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, ἡ δʼ αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη·
不坐视任凭人们因必需品的匮乏而丧亡,与不惩治那些看似犯罪且蒙受您显赫恩惠而遭人嫉妒的人,这二者并无差别;这实乃同一种恩遇,不过是以不同的方式赐下而已。
σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν διʼ ὧν αὗται μενοῦσιν ἀπορουμένοις.
因为您将要拯救的,正是您为此而养育的人们;您未曾听凭其在饥荒中衰颓的性命,也将藉由您自己的赐予而得以长存;赐予我们性命,并向困厄中的人们提供赖以生存的资粮,这既令人惊叹又无比崇高。
οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατʼ ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης.
我也认为,神意欲提供彰显您超绝美德的契机,才使我们陷入这般灾难,好让您向跌倒之人显明,您甚至连冒犯自身之罪亦能宽恕,而非仅仅让您显得只对因其他由头寻求庇护之人仁慈。
ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι τοὺς ὑπὲρ τῶν εἰς ἑαυτὸν τετολμημένων δίκην ὀφείλοντας· εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσι, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη.
因为施惠于陷入贫困之人固然崇高,而拯救因冒犯自身而理应受罚之人则更显君王气度;倘若就微末的损害免除冒犯者的罪过能为宽恕者带来赞赏,那么在罪人命悬刑罚之重罪上克制愤怒,更被视为属于神的品性。
καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν πῶς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπῳ λύπης ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθʼ ἡμᾶς ἕνεκα περὶ τῆς σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι,2 καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντες παρείχομεν ἂν αὑτοὺς πεισομένους ὅ τι καὶ θελήσειας·
而就我个人而言,若非我们有一位父亲——他因对约瑟的悲痛而展现出痛失爱子是何等令人受尽折磨——我决不会为我们自身之故提起关乎存活的说辞,除非是为了迎合您那本善于救人的崇高德性;我们本无人在死后为之哀痛,自当听凭自己承受您所愿降下的一切处置。
νῦν δʼ, οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι3 καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς τὰς αὑτῶν, ἅς σοι τὸ ἡμέτερον κακούργημα πρὸς τιμωρίαν παρέδωκεν, οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν οὐχ ὑπομενεῖ ἀλλὰ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλείπει,
然而如今,并非出于自怜——即使我们年富力强、尚未尽享人生之乐便要死去——而是顾及父亲的处境并怜恤他的衰迈,我们向您献上这些恳求,为我们自身的性命求情,尽管我们的恶行已将这性命交于您来惩罚。他自身既非恶徒,所生的儿子本亦非恶类,作为一位善良之人,经历这等遭遇实非公道;如今我们在外远行,他已为我们的忧虑而饱受煎熬,若听闻我们已遭灭亡及其缘由,他断然无法承受,反倒会因这缘故决然离开人世。
- 2.143διαφέρει δʼ οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπʼ ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν
διαφέρει οὐδέν 后接两个 ἤ(即 ἢ ... ἢ ... 结构),意为“做A与做B之间毫无二致”。两个不定式短语(μὴ περιιδεῖν 与 μὴ κολάσαι)构成平行的比较对象。
- 2.147εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι
短语 εἰ μὴ ὅσον 意为“除了……的程度之外”。分词短语 τῷ σῷ χαριζόμενος ἤθει 意为“顾及/迁就您的品格”,其后的 σώζειν αὐτῷ καλῶς ἔχοντι 为附属于 ἤθει 的分词结构(基于非人称表达 καλῶς ἔχει「适宜、相称」,其中 αὐτῷ 指代 ἤθει,σώζειν 为主语不定式),即“对这一品格而言,拯救他人乃是相称的”。
- 2.148οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι
οὐ γάρ [ἐλεοῦντες] ... τὸ δὲ [τοῦ πατρὸς λογιζόμενοι] 构成了相当于 οὐ μέν ... τὸ δέ ... 的对照结构(“一方面不是出于自怜……,另一方面则是顾及父亲的处境”)。中间插入的 εἰ καὶ ... τεθνηξόμεθα 为让步从句(“即使我们将要死去……”)。
