- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.90-1.99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
方舟停歇于亚美尼亚的山上后诺亚等人下船,作者援引贝罗索斯等异族史家的记载为证,并记述了诺亚祈求不再降下洪灾以及神的应允。
παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη,1 κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς ὁ Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει.
暴雨止歇之后,大水在一百五十天里方才开始退落,于是在第七个月、即初七那一刻,随着降水停歇,水开始慢慢消退。随后,方舟停歇在亚美尼亚境内的某处山巅附近,诺亚察觉后打开方舟,望见方舟周围有一小片陆地,便怀抱着更好的希望安静等待。
ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· ὁ δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν· ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι.
几天后,由于大水进一步退却,他放出一只渡鸦,想要探明是否大地其他地方也已脱离水淹、适于安全登岸;但渡鸦见四处依然一片泽国,便飞回诺亚那里。过了七天,他又派出一只鸽子以探知大地的情况;鸽子飞回时沾满泥浆,同时衔着一根橄榄枝,诺亚得知大地已脱离洪灾,又等了七天,便将动物放离方舟,自己也与家眷一同走出,向神献祭,并与家人一同欢宴。实际上,亚美尼亚人称此地为“下船之地”;因为方舟保全在那里,至今他们仍在展示其残骸。
Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι Βηρωσὸς ὁ Χαλδαῖος· διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτως που διέξεισι· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δʼ οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.
所有记载异族历史的人都提到了这场洪水和方舟,迦勒底人贝罗索斯便是其中之一;他在叙述有关洪水的事迹时,大略作如下描述: “据说这只舟船的一部分至今仍留存于亚美尼亚的科尔杜埃伊人山脉附近,有些人刮削沥青带走;人们便将所带走的沥青用作驱邪之物。”
μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως·
撰写《腓尼基古史》的埃及人希厄罗纽摩斯、姆纳塞阿斯以及其他许多人也提到了这些事;大马士革的尼古拉乌斯在其第九十六卷书中叙述这些事时也这样说道:
ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δʼ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.
“在亚美尼亚米纽阿斯之上有一座大山名为巴里斯,相传在洪灾之时许多人逃难到那里而保全了性命,还有一人乘着方舟搁浅在峰顶,船木的残存物得以留存了很久。此人大概就是犹太人的立法者摩西所记载的那一位。”
Νῶχος δὲ φοβούμενος, μὴ καθʼ ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν ὁ θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφʼ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων· κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δʼ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν.
然而诺亚唯恐神判定了人类的毁灭而每年都使大水淹没陆地,便焚烧祭物,祈求神从今以后维持最初的良好秩序,不再降下任何会导致一切生灵面临灭绝危险的这等灾祸,而是在惩治了恶人之后,宽恤那些因品行善良而遗留下来、被判定应当逃过劫难的人;因为诺亚认为,如果他们并非彻底获救,而是留待另一次洪水,那么他们领受了第一次洪水的恐惧与教训,却将经历第二次洪水的覆灭,这样他们便比先前那些人更为不幸,被判处了更悲惨的厄运。
εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων.2
因此他祈求神眷顾接纳他的祭献,不要向大地倾泻任何类似的愤怒,以便他们能够勤勉于土地的耕作,建立城邑,幸福地生活,不失去在大雨之前所享有的任何福祉,并能像先祖们一样得享高寿与漫长的年岁。
Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας ὁ θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον,3
诺亚作了这些恳求之后,神因其公义而喜爱这人,便允诺必成全其祈愿,并表示并非自己毁灭了那些灭亡者,而是他们因自身的罪恶而承受了这等惩罚;而且,如果自己打定主意要消灭被造出的人类,当初便绝不会将他们带入生命之中,
- 1.90ἱσταμένου δὲ ἦν ἑβδόμη
希腊历法中指代月初上弦期间的表达 ἱσταμένου [μηνός] 以插入语形式出现,用以表示第七个月的初七日。
- 1.98εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων
位于 ὅπως 引导的目的从句末尾的属格独立结构(αὐτῶν ... ἐπερχομένων)。介词短语 εἰς μακρὸν γῆρας ... 表示所达到的境地,而 τοῖς τάχιον 则是副词 τάχιον(从前、早先)经冠词名词化后的与格成分,由 ὅμοιον 管辖并作比较对象(“与先前之人相似”)。
- 1.99οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον
依赖于 λέγων 的间接引语(对格不定式结构)中的过去反事实条件句。原本的主句(οὐκ ἂν παρήγαγεν)转化为 ἄν 搭配不定式 παραγαγεῖν。条件从句中的过去完成时直陈语气 διεγνώκει 表示先前的决意(“若他此前已决定”)。
