← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.100-1.111

彩虹之约与诺亚之死及违抗迁徙命令

神立约不再降下洪水毁灭人类,并以彩虹作为标记,诺亚享年九百五十岁离世。作者引用史料论证古代人的长寿,并叙述诺亚诸子定居平原以及后来人们违抗神分散殖民命令的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.100

σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν ἢ δόντα τοῦτο διαφθείρειν·1 ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν2 καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην.

因为从一开始不赐予他们生命,原比赐予之后又毁灭他们更为明智;然而,他们针对对我的敬畏与美德所施加的狂暴恶行,强迫我将这惩罚加于他们身上。

§1.101

παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος3 καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δʼ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ.

但今后我将停止以如此巨大的愤怒对过犯施以惩罚,尤其是因你提出了恳求。若我何时降下更大的风暴,你们也不必畏惧雨势的浩大,因为大水绝不会再次淹没陆地。

§1.102

παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς ἃ βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ἡ ψυχή.

然而我劝诫你们远离对人类的屠杀,保持免于杀人罪的洁净,惩处行出这等事的人;至于所有其他动物,你们尽可按自己的意愿和欲望去使用。因为我已经使你们成为万物的主人——无论是陆栖的、水游的,还是在空中凌空高蹈飞翔的,唯独血除外;因为灵魂就在血中。

§1.103

σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇ τὴν ἶριν ἀποσημαίνων·4 τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ ὁ μὲν θεὸς ταῦτʼ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται.

我将通过我的弓矢指示彩虹,向你们表明风暴的止息;因为在当地人的观念中,彩虹被视为神的弓。”神说完这些话并作了许诺之后,便离去了。

§1.104

Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα.

诺亚在洪水之后又活了三百五十年,这整个期间都过得十分幸福,他在度过了九百五十岁的天年之后离世。

§1.105

μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος5 μηδʼ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι.

任何人都不应当根据现在的寿命和我们所度过的短暂年岁来比照古代人的寿命,因如今无人能在生活中延续如此漫长的岁月而推论他们也未曾达到那样的生命长度,便认为关于他们的记述是虚假的。

§1.106

οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπʼ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν,6 ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται.

因为他们蒙神所爱,且由神亲自造成,又因其食物更适合维系长久的岁月,理所当然地活了如此众多的年岁;再者,也因着他们的美德以及他们所发明的诸如天文学与几何学的实用价值,神赐予他们享有更长久的生命,而这些学问若不活满六百年是无法可靠地作出预言的;因为“大年”正是由这许多年份组成的。

§1.107

μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρʼ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν.

所有在希腊人和异族人中撰写古史的人都为我的言论作证;因为编写埃及记录的曼涅托、汇编迦勒底史的贝罗索斯、莫科斯、赫斯提埃乌斯以及此外的埃及人希厄罗纽摩斯这些撰写腓尼基史的人,都与我所说的相一致;赫西俄德、赫卡泰乌斯、赫拉尼库斯、阿库西拉乌斯,此外还有厄福鲁斯与尼古拉乌斯,都记载了古代人活了一千年之久。关于这些事,人们尽可随各自的见解去审视。

§1.109

Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς ἔτεσιν ἑκατὸν ἔμπροσθεν τῆς ἐπομβρίας γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους σφόδρα δεδιότας διὰ τὸν κατακλυσμὸν τὰ πεδία καὶ ὀκνηρῶς ἔχοντας πρὸς τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων κατάβασιν ἔπεισαν θαρσήσαντας μιμητὰς αὐτῶν γενέσθαι.

诺亚有三个儿子,即闪、雅弗和含,他们出生在洪水前一百年,是第一批从山上降到平原并在平原上安居的人;他们劝说那些因洪水而对平原极度畏惧、迟疑不敢离开高处下山的其他人振作勇气,效仿他们。

§1.110

καὶ τὸ μὲν πεδίον, εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν, καλεῖται Σεναάρ· τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς διὰ πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀφθονίας ἀπολαύοιεν τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας· ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν· οἱ δὲ οὐ κατὰ τὴν εὐμένειαν τὴν ἐκείνου νομίζοντες ἔχειν τὰ ἀγαθά, τὴν δʼ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπολαμβάνοντες οὐκ ἐπείθοντο.

他们最初使人们定居的那片平原名叫示拿。然而,尽管神因人口繁盛而命令他们分迁殖民,以免他们彼此争斗,并能通过耕种广大土地而享用丰盛的果实,但他们出于无知违抗了神;他们因此陷入灾难,才意识到自己的罪过;因为当年轻一代人口鼎盛之时,神再次劝告他们迁徙殖民;但他们并不认为自己拥有福分是由于神的恩惠,反而以为自身的力量才是富裕的根源,因而执意不肯顺从。

语法注6 条
  1. 1.100σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν ἢ δόντα τοῦτο διαφθείρειν

    承接上一语言块结尾的引导分词 λέγων 构成的间接引语(宾格不定式结构)。σῶφρον εἶναι 作为无人称谓词,其主语为 μηδὲ χαρίσασθαι ... ἢ διαφθείρειν 组成的不定式短语(“从一开始不赐予生命,比给予后又毁灭更为明智”)。δόντα 为宾格分词,与 διαφθείρειν 的逻辑主语(神自身)一致。

  2. 1.100εἰς τὴν ἐμὴν εὐσέβειαν

    ἐμή 虽为物主形容词,但在语义上起宾格(客观)作用,意为“对我的敬虔”或“应向我表达的崇敬”。介词 εἰς 表示侮慢侵犯的对象。

  3. 1.101παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος

    动词 παύομαι 与补充从属分词(εἰσπραττόμενος)连用,表示“停止做某事”。τοῦ λοιποῦ 为时间属格(“今后”)。μετὰ τοσαύτης ὀργῆς 作为情态副词短语,修饰分词 εἰσπραττόμενος。

  4. 1.103τοξείᾳ τῇ ἐμῇ τὴν ἶριν ἀποσημαίνων

    τοξείᾳ(原意为“射术”或“用弓”)在此为借喻用法,指代云中所现的神之“弓”。与格表示手段,意为“以我的弓(矢)指示彩虹”。后文(τόξον γὰρ εἶναι...)随即对这一比喻性表述作了解释。

  5. 1.105τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος

    带冠词不定式的与格 τῷ ... παρατείνειν 表示原因或判断根据(“根据如今无人延长……这一事实推断”),修饰与命令句主语 μηδείς 一致的分词 τεκμαιρόμενος。μηδένα 为不定式 παρατείνειν 的宾格主语。

  6. 1.106ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν

    承接前文历史叙述的间接引语宾格不定式结构(主语宾格 τὸν θεόν,不定式 παρασχεῖν)。ὧν 为省略先行词的关系代词(“他们所发明之物”)。属格 ἀστρονομίας καὶ γεωμετρίας 与 ὧν 构成同位语,具体指明其发明的学科。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.100-1.111