- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.77-1.89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诺亚依照神谕建造方舟并携家人及动物进入,随后详述了从亚当至大洪水的家谱与纪年,最后暴雨倾盆将大地淹没。
λάρνακα τετράστεγον κατασκευάσας πηχῶν τὸ μῆκος τριακοσίων πεντήκοντα δὲ τὸ πλάτος καὶ τριάκοντα τὸ βάθος, εἰς ταύτην σὺν τῇ μητρὶ τῶν παίδων καὶ ταῖς τούτων γυναιξὶν ἀνέβη, τά τε ἄλλα ὅσα πρὸς τὰς χρείας ἐπικουρήσειν αὐτοῖς ἔμελλεν ἐνθέμενος, ζῷά τε παντοῖα πρὸς διατήρησιν τοῦ γένους αὐτῶν ἄρρενάς τε καὶ θηλείας συνεισβαλόμενος ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν.1
他建造了一只四层的方舟,长三百肘,宽五十肘,深三十肘,便与孩子的母亲及孩子们的妻子一同进入其中,将一切能为满足他们需求提供帮助的其他物品装入,并为了存续物种而一同带入各种公母动物,对于其中某些种类的动物,数量则是其七倍。
ἦν δʼ ἡ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδʼ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται.
方舟的板壁和顶棚都十分坚固,使得任何地方都不会被水浸没,亦不会屈服于大水的冲力。诺亚就这样与家眷一同幸免于难。
ἦν δʼ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου·
他本人是从亚当数起的第十代;因为他是拉麦的儿子,拉麦的父亲是玛土撒拉,玛土撒拉是以诺之子、以诺是雅列之子,雅列生于玛勒列,玛勒列与几位姐妹一同由以挪士之子该南所生,而以挪士是亚当之子塞特的儿子。
Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς,2 ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες.
这场灾祸发生在诺亚治理的第六百年,在第二个月,马其顿人称之为狄奥斯月,希伯来人称之为马尔苏瓦内月;因为他们在埃及时就是如此安排一年的历法的。
Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι.
然而摩西将相当于克桑提科斯月的尼散月定为节期的正月,因为他是在这个月带领希伯来人走出埃及的;这月对他而言开启了向神明所奉一切敬意之年,但在买卖及其他政务管理上,他仍保留了最初的规制;他记述暴雨始于前述月份的第二十七日。
χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ ὁ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς.
这段时间从首位降生的亚当算起,共计两千两百六十二年。这一时期被记录在圣书之中,因为当时的人们极为精确地记录了显赫人物的生卒年月。
Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις.
在亚当已满二百三十岁时生了儿子塞特,他活了九百三十年。塞特在第二百零五年时生了以挪士,以挪士活了九百零五年,在大约一百九十岁生下儿子该南后,便将事务的照管权交给了他;此人活了九百一十二年。
Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος ὁ Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε.
该南活了九百一十年,在第一百七十岁时得了儿子玛勒列。这位玛勒列活了八百九十五岁而离世,留下了儿子雅列,这是他在满一百六十五岁时所生的。
τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι.
雅列活到九百六十九岁,其子以诺继承了他,以诺是在其父约一百六十二岁时降生的。以诺活了三百六十五岁便归向了神明,因此人们甚至没有记录他的死亡。
Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, ᾧ τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις.
以诺之子玛土撒拉在其父一百六十五岁时降生,在大约一百八十七岁时得了儿子拉麦;玛土撒拉自己执掌权柄九百六十九年后,将统治权移交给了他。
Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων.
拉麦治理了七百零七年,立其子诺亚为事务的主事者;诺亚生于拉麦度过第一百八十八年之时,掌管事务达九百五十年之久。
ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω.3
这些年岁相加,便合乎先前所记的时间。任何人都不要考察这些人物的死亡,因为他们的寿命与自己的子女及子女的后代并行延伸,而只需查看他们的出生即可。
Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας.
当神发出预兆并开始降雨时,大水连续倾泻了整整四十天,以致高出地面十五肘。这就是没有更多人得救的原因,因为他们无处遁逃。
- 1.77ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν
属格 τούτων 在此作比较属格,修饰 ἑπταπλασίονα。语境指相较于前面提到的一般成对动物,仪式上洁净的动物(参照《创世记》7:2背景)被带入的数目是其七倍。
- 1.80Νώχου τῆς ἀρχῆς
名词 ἀρχή(本义为‘统治、执政、权柄’)在此比拟性地指族长作为领袖的任期或年岁(对应《创世记》7:6中诺亚六百岁)。属格 Νώχου 作主格性属格修饰 ἀρχῆς,意为‘诺亚执政/作为家长的第六百年’。
- 1.88ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω.
关于年表计算重叠的说明。动词 παρεξέτεινον 的主语是历代先祖,与格 τοῖς παισὶ καὶ τοῖς ἀπογόνοις 表示生命重叠的对象(‘其生命与子孙重叠延伸’)。约瑟夫斯在此告诫读者,不可将各人的寿终之年直接累加(否则会导致年代重复算大),而必须仅计算各人生子时的年龄(γενέσεις)。
