- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.66-1.76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚当敬虔的儿子塞特及其后裔发展了天文学并立两柱记载智慧,但后来人类逐渐堕落,神遂决意降大洪水灭绝全人类,只留下诺亚一家予以拯救。
ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα·1 πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δʼ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων2 καὶ πλεονεκτῶν.
当亚当尚在人世时,该隐的后裔通过世代相传与仿效,每个人最终都比前人更为败坏,成了极恶之人;他们既无节制地热衷于战争,又急切地投身于抢劫,如果有人在杀人上有所顾忌,便通过凌辱他人和贪得无厌展现出另一种狂妄的肆无忌惮。
Ἄδαμος δὲ ὁ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ ἡ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντʼ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ.
由土地所生的第一人亚当——因为叙述要求讲述关于他的事迹——在阿伯被杀且该隐因那桩谋杀而逃亡之后,便挂心于生养儿女;当他度过了两百三十年的岁月时,一种强烈的生殖愿望占据了他,在此之外他又活了七百年而离世。
γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν· τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν.
于是他生了更多的其他孩子,也生了塞特;但一一讲述其他人将过于冗长,我将尝试只记述塞特后裔的事迹。因为此人受抚养成人,步入能够辨别善恶的年岁,自己成为最为出众之人,并留下后裔作为同样德行的效仿者。
οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν.
他们皆生性善良,无争无乱地共同生活在同一片土地上,生活幸福,直至终老未曾遭遇任何苦难,并探索发明了关于天体及其秩序的智慧。
ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατʼ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα, ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπʼ αὐτῶν ἀνατεθῆναι. μένει δʼ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα.
为了不使所发现的事物流散于人类之外,也不至在为人所知前毁灭——因为亚当曾预言万物将遭灭顶之灾,一次由于火的力量,另一次则由于大水之凶猛与巨量——他们制作了两个柱子,一个用砖,另一个用石,在两者之上都刻下了这些发现,以便即便砖柱被暴雨冲毁,石柱仍能存留,向人们提供了解所刻内容的机会,并表明他们也曾立下一根砖柱。这根石柱至今仍留存于塞里斯之地。
Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλʼ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότʼ ἐπιδεικνύμενοι διʼ ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν.
他们历经七代都坚守如此,尊奉神为万物的主宰,凡事皆以美德为依归;然而随着时间推移,他们背离了祖传的风俗向恶转化,既不再向神奉献应有的敬意,也不顾及对人的正义,反而通过所作所为,对恶行表现出了以往对德行之热忱的两倍热度;由此他们使神成为了自己的仇敌。
πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφʼ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται.
因为许多神的使者与女子同居,生下了傲慢的儿子,他们出于对自身力量的自信而蔑视一切美善;相传他们所做的事,与希腊人所言由巨人们胆大妄为企图做下的事颇为相似。
Νῶχος δὲ τοῖς πραττομένοις ὑπʼ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δʼ οὐκ ἐνδιδόντας, ἀλλʼ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς.
诺亚对他们的所作所为极为愤懑,对其图谋深感厌恶,劝导他们将心意与行为转向良善;但他见众人毫不妥协,反倒被作恶的享乐牢牢控制,因惧怕他们也会将自己杀害,便带着妻子、儿女及孩子们的妻子一同离开了那片土地。
Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δʼ οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ3 διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλʼ ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε.
神因诺亚的公义而爱他,但神不仅因邪恶而定那些人的罪,而且下定决心要消灭当时存在的所有人类,另造一支脱离邪恶的洁净族类,于是缩短了他们的寿命,使之不再享有先前所活的漫长岁数,而只有一百二十年,并将陆地化作了海洋。
καὶ οἱ μὲν οὕτως ἀφανίζονται πάντες, Νῶχος δὲ σώζεται μόνος ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην·4
那些人就这样全部灭亡了,而诺亚独自一人生还,因为神为他指示了这般得救的机巧与途径:
- 1.66ἄλλον ἄλλου χείρονα τελευτῶντα
短语 ἄλλον ἄλλου 是一种表示相互比较的惯用表达,意为“一个比一个……”或“后人比前人更加……”。分词 τελευτῶντα 表结果状态(“最终落得……”或“最终演变为……”),整体描绘了后代对前代恶行的变本加厉与递进式堕落。
- 1.66ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων
ἦν ... ὑβρίζων 构成迂说法(periphrastic imperfect),用以表示持续的习性或行为。ἄλλην ἀπόνοιαν 作动词 ὑβρίζων 的内面/同族宾格(internal accusative),而属格 θράσους 则作性质属格修饰 ἀπόνοιαν(“展现出傲慢之狂妄的另一种形式”)。
- 1.75δόξαν αὐτῷ
非人称动词 δοκεῖ(“决意”、“被认为妥当”)的中性单数宾格分词构成的独立宾格(accusative absolute)结构。意为“既然祂(神)已决意”,其后支配不定式 διαφθεῖραι 和 ποιῆσαι(“毁灭……并创造”)。
- 1.76ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην
此为独立属格(genitive absolute)结构,但分词 ὑποθεμένου 与其逻辑主语 τοῦ θεοῦ 之间存在显著的远隔错位(hyperbaton)。其核心结构是 ὑποθεμένου τοῦ θεοῦ(“神提示了……”),二者之间插入了与格代词 αὐτῷ、宾语 μηχανὴν ... καὶ πόρον πρὸς σωτηρίαν 以及修饰形容词 τοιαύτην。
