← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.7-1.18

著述资助者与先例及全书主旨

著者说明了撰写《犹太古史》的动因及厄帕夫洛狄托等人的鼓励,引述托勒密二世与大祭司以利亚撒翻译律法的先例,并阐述全书的神学主旨与摩西自然哲学的导入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

ἀλλʼ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε τοῦ λόγου περιβολή, κατʼ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν.

然而,由于这一记述的篇幅过于浩大,我便将那一个单独分出,使其篇幅受限于自身特有的开端与终结。随着时间的推移,正如那些打算着手伟大事业之人常有的情形一样,要把如此重大的题材移译进于我们而言格格不入的异邦语言习俗之中,在我心中便生出了迟疑与退缩。

§1.8

ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπʼ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον.

但有一些人因对这部历史的渴求而促请我着手写作,其中尤以厄帕夫洛狄托为甚;他是一个爱好一切教养形态、且格外喜爱事务经验之人,因为他自己曾亲身周旋于重大事务与变幻莫测的命运之中,并在一切处境下展现出了令人惊叹的天赋力量与对美德毫不动摇的立意。

§1.9

τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρʼ ἡμῖν ἐσπούδασαν.

因而,在他——一个总是与能够从事有用或美好事业之人一同追求美好者——的劝说下,且因想到自己若被认为喜爱安逸多于喜爱关乎极美之事的辛劳便深感羞愧,我便更加热切地奋发起来;此外,除前述各点外,我还绝非草率地考量了如下诸事:其一关于我们的祖先是否愿意分享此类事物,其二关于希腊人中是否有人曾热心想了解我们这里的记载。

§1.10

Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατʼ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, ὁ δὲ τῶν παρʼ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν,1 εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον.

于是我发现,诸托勒密中第二位王者,作为对教养与藏书最为热心的君主,格外热衷于将我们的律法及其所规定的政制秩序译成希腊语;而我们历任大祭司中在美德上不亚于任何人的以利亚撒,也未曾吝于让前述君王享有这一益处;若非我们祖辈相传的习俗是将一切美好之事绝不加以秘藏,他必定早已予以拒绝。

§1.12

κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς·2 οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν·

因此,我认为对自己而言,效法大祭司的豁达宽宏,并假定如今也同样有许多如那位君王一般渴求知识之人,乃是合宜之举;因为就连那位君王也未能先一步获得全部记载,奉派前往亚历山大里亚进行诠释的人,仅仅传授了关于律法的内容。

§1.13

μυρία δʼ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί.

而通过神圣文献所揭示的事物是不计其数的,因为其中包罗了五千年的历史,更有各种不可思议的突变、多次战争的际遇、将帅的英勇事迹以及政制的变迁。

§1.14

τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθʼ ὅσον δʼ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτʼ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν, ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρʼ ἄλλοις ἀσχήμονος μυθολογίας· καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφʼ ὅσον πλῆθος αἰῶνος οὐδʼ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν.

总而言之,任何人若愿通读这部历史,便能从中最深切地懂得:对于顺从神的心意、不敢僭越良善所立律法之人,一切皆能超乎意料地成就,且有幸福作为奖赏由神置于前;然而,只要他们在多大程度上背离了对此类律法的严谨恪守,顺遂之事便会变为艰难,凡他们竭力作为善事去行之物,皆会转变为不可救药的灾祸。因此,我现在便劝勉那些将要阅读这些书卷的人,将心思归向神,并查验我们的立法者:看他是否在与神相称的程度上洞悉了其本性,是否始终将适宜于其权能的作为归于神,使关于神的论说免受其他民族所有鄙俗神话的丝毫沾染;尽管单就时间的长度与古远而言,他原本拥有编造虚假叙述的极大自由;因为他生活在两千年之前,而在如此悠久的岁月中,诗人们甚至未敢将诸神自身的起源追溯于此,更不必说人类的作为或法律了。

§1.17

τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδʼ αὖ παραλιπών.

关于文献记录中的精确细节,论述在推进过程中将依照其固有顺序予以揭示;因为我已经承诺过要在这部著作中做到这一点,既不增添分毫,也不略去任何。

§1.18

Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν.3

然而,既然我们的一切几乎都系于立法者摩西的智慧,我便必须先就他作简要论述,以免读者中有人困惑,为何我们这篇以法律和行事为记录主体的论述,竟然如此深地涉及了自然探求的领域。

语法注3 条
  1. 1.11πάντως ἀντειπὼν ἄν

    分词 ἀντειπών 附带 ἄν,充当后文非真实条件从句 εἰ μὴ πάτριον ἦν... 的后件(归结从句),相当于过去非真实条件句中的直陈式过去时 ἀντεῖπεν ἄν(“若非……,他必定早已反对”)。

  2. 1.12τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς

    由 κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα 所统辖的不定词短语。与格 τῷ βασιλεῖ 与副词 ὁμοίως 搭配(“与那位君王一样”),但在语序上被倒装置于 πολλοὺς 之前以示强调,实际构成宾格不定词结构 πολλοὺς εἶναι φιλομαθεῖς ὁμοίως τῷ βασιλεῖ(“同样有许多如那位君王一般渴求知识之人存在”)。

  3. 1.18ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν

    动词 κοινωνέω(“涉足”、“分沾”)支配部分属格 φυσιολογίας(“自然探求”、“宇宙哲学”),并与副词短语 ἐπὶ τοσοῦτον(“达到如此程度”)结合,意为“竟然在如此程度上涉及了自然哲学的探求”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.7-1.18