- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.19-1.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了摩西何以在立法之先述及宇宙创世与神的本性,并记述了根据创世记开端所载第一日与第二日的创造历程。
ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθʼ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν.1
因此应当明白,他认为对于一个既打算妥善规划自己一生又打算为他人订立法律的人而言,凡事中最首要且不可或缺的,乃是首先领会神的本性,并在心智中成为神之作为的旁观者,以此在力所能及的范围内效法这万有中最至善的典范,并竭力追随之。
οὔτε γὰρ αὐτῷ ποτʼ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς.
因为,立法者自己若缺乏这种观照,就决不可能拥有良善的智慧;而对于接受律法的人而言,若不首先受教得知神作为万有的父与主宰视察一切,赐幸福的生活予顺从祂的人,却使越出美德之外的人陷入巨大的灾祸,那么所书写下来的内容就绝不会有任何一项化为增进美德的益处。
τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας2 τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλʼ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν.
摩西正是期望将此教导灌输给自己的同胞公民,因而在订立律法时,并没有像其他人那样从契约和人际权利关系着手,而是将他们的心思引向神与宇宙的受造,并使他们确信在神地上一切创造中人类乃是最优美的;当他使他们顺服于敬虔之后,便在一切事上都能轻而易举地说服他们了。
οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν· ὁ δʼ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε.
因为其他立法者随从神话,在言论中将人类罪愆的羞耻转嫁到诸神身上,从而为作恶之人提供了极大的借口;而我们的立法者表明神拥有纯全无瑕的美德,认为人类应当竭力分享这一美德,并对那些不作如是思想也绝不相信的人处以不容姑息的惩罚。
πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ· φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτʼ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον· πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δʼ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δʼ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος.
因此,我劝勉将要阅读的读者,依照这一基点来进行考察;因为若照此审视,在他们看来就绝不会有任何事情是荒谬的,或是与神的崇高威严及仁爱不相称的。因为一切事物的安排都与宇宙的整体本性相和谐:立法者于某些事巧妙暗示,于某些事庄重寓意,凡适于直言不讳之事则明白揭示。
τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτʼ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν.
然而,对于那些希望深究每一细节因由的人而言,这番考察将是极其广阔且极富哲理的,我如今暂且搁置此事;若神赐我们时间,我将在此论著之后尝试予以撰写。
τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς· ταῦτα δʼ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως·
不过,我现在将转向具体事件的叙述,首先重温摩西关于宇宙构造的记述;我在神圣书卷中查阅到了这些记载。其内容如下:
Ἐν ἀρχῇ ἔκτισεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δʼ ὑπʼ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δʼ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν ὁ θεός.
起初神创造天地。地并不显于眼见,而是被幽暗的黑暗所遮蔽,又有灵从上方运行其上,神遂吩咐要有光。
καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας.3
此事成就之后,祂审察了全部物质,分开了光与暗,给暗定名为夜,称光为昼,并把光之初与光之息称作傍晚与早晨。
καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δʼ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δʼ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι.
这当是第一日,但摩西却称其为“一〔日〕”。关于其缘由,我如今纵然足以解释,但既然我已经承诺将万事的因由另行独立著述阐述,便把关于此事的阐释也推迟至那时。
μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος.
在此之后,在诸日的第二日,祂将天置于万物之上,当时祂将天与其他事物分别开来,认为适宜将其独立设置,并在其四周凝固了坚冰(水晶),将其构造成兼带湿润与降雨的构造,以便通过朝露的滋润恰当地惠及大地。
- 1.19τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθʼ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν.
此处出现构词上的变格(破格句法)。句首与格分词短语 τῷ ... μέλλοντι 与形容词 ἀναγκαιότατον 配合,作为不定式 κατανοῆσαι 的逻辑主语(利害与格或动作发出者),但其后并列的分词 γενόμενον 并未与前面的与格保持一致(即未用 γενομένῳ),而是采用了阳性单数宾格。这是因为作者在心理上将后接不定式 μιμεῖσθαι 与 πειρᾶσθαι 的逻辑主语转为了常规的带宾格不定式结构所致。
- 1.21τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας
动词 παιδεύω 所带的双宾格结构。除了表示人的直接宾语 τοὺς ἑαυτοῦ πολίτας(其同胞公民)外,还带有表示教导内容或结果的同源内宾格 τοῦτο τὸ παίδευμα(此项教导)。
- 1.28ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας
语序上的交错配列(chiasmus)。前面提出的两个名称 ἑσπέραν(傍晚)与 ὄρθρον(早晨),与后文说明性质的短语“光之初(τὴν ἀρχὴν τοῦ φωτὸς)”和“光之息(τὴν ἀνάπαυσιν)”呈交叉对应关系,即 ἑσπέραν 对应后项 τὴν ἀνάπαυσιν,而 ὄρθρον 对应前项 τὴν ἀρχήν。
