← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.arg-1.6

卷一目次与本书撰写动机

在列出《犹太古史》卷一全十九章的目次与年代跨度后,作者阐明了撰写历史的各种动机,并解释了自己撰写《犹太战记》与本部古代史的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.arg

Προοίμιον περὶ τῆς ὅλης πραγματείας. α. ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων. β. περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ' αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ. γ. ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ. δ. ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ' ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη. ε. ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν. ϛ. ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη. ζ. ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην. η. ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω. θ. ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων. ι. ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο. ια. πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ' οἷς ἡμάρτανον. ιβ. περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων. ιγ. περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου. ιδ. περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν. ιε. ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη. ιϛ. περὶ τῆς Ἁβράμῳ τελευτῆς. ιζ. περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς. ιη. Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον,1 καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν. ιθ. ὡς Ἴσακος τελευτήσας ἐτάφη ἐν Νεβρῶνι. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὡς Ἰώσηπος ͵γη, Ἑβραῖοι ͵αωοβ, Εὐσέβιος ͵γυνθ.

关于全书的序言。 1. 世界的构成与各元素的配置。 2. 论亚当的后裔,以及从他直到大洪水的十代人。 3. 大洪水如何发生,以及挪亚如何与亲属在方舟中得救,并定居在示拿平原。 4. 论他的子孙出于对神的狂妄所建的高塔,以及神如何变乱他们的语言,这事发生的地方被称为巴比伦。 5. 挪亚的子孙如何布满整个天下。 6. 各民族如何依照那些建居者的名字被命名。 7. 我们的先祖亚伯拉罕如何离开迦勒底人的土地,占据了当时称为迦南而今称为犹太的土地。 8. 饥荒降临迦南时他如何前往埃及,并在那里逗留一段时间后返回。 9. 亚述人出兵攻打所多玛人时后者的败绩。 10. 亚伯拉罕如何出兵攻打亚述人并战胜他们,解救了所多玛的俘虏,并夺回了他们掳去的掠物。 11. 神因所多玛人所犯的罪孽向他们动怒,如何毁灭了这民族。 12. 论亚伯拉罕之子以实玛利及其后裔阿拉伯人。 13. 论以撒,他是亚伯拉罕的嫡子。 14. 论亚伯拉罕之妻撒拉,以及她如何结束一生。 15. 嫁给亚伯拉罕的基土拉如何繁衍出穴居阿拉伯人民族。 16. 论亚伯拉罕之死。 17. 论以撒之子以扫与雅各的出生与抚养。 18. 雅各因惧怕兄长而逃往美索不达米亚,以及他在那里娶妻、生下十二个儿子后如何重返迦南。 19. 以撒死后如何被安葬于希伯仑。 本书所包罗的时间跨度:据约瑟夫斯为三千零八年,据希伯来人记录为一千八百七十二年,据优西比乌为三千四百五十九年。

§1.1

Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν,2 ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας.

对于那些立志撰写历史的人,我看到他们从事这一热忱事业的动机并不是单一而相同的,而是繁多且彼此差异甚大的。

§1.2

τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπʼ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν· εἰσὶ δʼ οἵτινες ἐβιάσθησαν ὑπʼ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν·3 πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε4 τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν.

有些人是为了炫耀言辞的娴熟,并猎取由此而来的名望,因而投身于教养的这一领域;另一些人则是为了向那些被记录的人献殷勤,甚至超逾自身力量承受了为此付出的辛劳;还有一些人是受事态本身的必然性所迫,将他们亲身经历的那些发生之事诉诸文字加以记录;更有许多人,是因那些埋没在无知中的有益大事之宏大,促使他们为了公众的利益而将关于这些事的历史公布于世。

§1.4

τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι· τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν, ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρʼ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων.

在上述这些原因中,后两项也正切合我自身。因为,借由亲身经历获知了发生在我们犹太人与罗马人之间的战争、其中的诸般事迹以及结局如何收场,我由于那些在写作中败坏真理的人,不得不予以详叙;而我着手进行手头这部著作,则是认为在所有希腊人看来这都是值得热诚关注的,因为它将包罗由希伯来文献翻译而来的我们全部古代史及政制结构。

§1.6

ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις5 ὑφʼ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν.

因此,早先在撰写《战记》之时,我就已经打算阐明犹太人自古以来是怎样的人,经历过怎样的命运,在怎样的立法者教导下接受了关于虔敬及其他美德修习的训练,并在漫长的岁月中经历多少战争,最终才身不由己地卷入了对罗马人的最后战争。

语法注5 条
  1. 1.argἸακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον

    名词 φυγὴ 之后所接的宾格短语 καὶ τὸν ἐκ τἀδελφοῦ φόβον,属于介词 διά 的省略,或是以合用结构(zeugma)将目的地(走向美索不达米亚)与起因(因对兄长的惧怕)结合在一起。

  2. 1.1Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν

    动词 ὁρῶ 支配宾格加分词补足语结构(αἰτίαν ... γινομένην)。句首的与格 Τοῖς ... βουλομένοις 作关涉与格或判断者与格(“对那些立志撰写历史的人来说”),以此引出叙述者眼中史家动机的繁复性。

  3. 1.3οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν

    在 οἷς πραττομένοις 中,关系代词受其所支配动词 παρέτυχον 要求的与格先行词(τούτοις)吸引而发生同化(本应为宾格 ἅ πραττόμενα)。句子的骨架为 ἐβιάσθησαν ... περιλαβεῖν ταῦτα οἷς πραττομένοις παρέτυχον(“他们被迫在记述中包罗那些他们亲身经历的事件”)。

  4. 1.3πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε

    倒装语序(hyperbaton)。主语为 μέγεθος,被属格短语 χρησίμων ... πραγμάτων 和分词短语 ἐν ἀγνοίᾳ κειμένων(“处于无知中的有益大事”)所修饰。主动词 προύτρεψε 支配宾格 πολλοὺς 及不定词 ἐξενεγκεῖν。

  5. 1.6δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις

    这是由 δηλῶσαι 所统摄的一长串间接疑问从句的开头。分词结构 τίνες ὄντες、τίσι χρησάμενοι、ὑφʼ οἵῳ τε παιδευθέντες 和 πόσους τε πολεμήσαντες 彼此并列,在逻辑和时间线上皆汇聚指向间接疑问句的谓语动词 κατέστησαν(“卷入〔最后战争〕”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.arg-1.6