- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.54-1.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
该隐因神悦纳阿伯的祭品而愤而弑兄,在受到神的质询后被放逐至瑙达,在那里变本加厉行恶并建城立界,其后裔亦开创了诸般行当与技艺。
θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς1 ὁ μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλʼ οὐχὶ τοῖς κατʼ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν.
当他们决定向神献祭时,该隐带来了耕作与植物的产物,而阿伯则带来了奶水与羊群中初生的羔羊。然而神更喜悦后一种祭品,因为祂喜悦受敬于自发且循自然之道生成之物,而非出自贪婪之人的机巧、被强行促生之物。
ἔνθεν ὁ Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτʼ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν2 τὸν ἄλλον χρόνον πάντα μετʼ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον.
因此,该隐因阿伯受到神的尊崇而大为愤慨,杀害了他的兄弟,并将他的尸首掩藏起来,以为能瞒过他人。然而神洞悉了这桩恶行,来到该隐面前询问他兄弟的下落,问他在何处;因为神说已有许多日子未曾见到他,而以往所有时间里总见他们结伴同行。
ὁ δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων ὅ τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν.
该隐进退维谷,不知向神说些什么,起初声称自己也因见不到兄弟而感到困惑;但当神急切逼问、细致究诘时,他恼羞成怒,说自己并不是兄弟的照管者,也不是其行为的看守人。
ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καί θαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας.
神自此便判定该隐成了弑兄的凶手,并且“我很惊奇,”祂说,“你竟不知道如何说明一个人的下落,而那人正是被你自己杀害的。”
τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα3 καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί.
于是,鉴于他献上了祭物并藉此恳求不要承受更为严厉的愤怒,神免除了他因谋杀应受的刑罚,但使他成为受诅咒者,并威胁要在第七代惩罚他的后裔,并将他与妻子一同逐出那片土地。
τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι.
当该隐害怕自己在流浪中遭遇野兽并以这种方式丧命时,神吩咐他不必因这种缘故顾忌任何严酷的遭遇,反而因野兽不会对他带来任何可怕的危害,大可毫无畏惧地走遍全地;神并在他身上立下一个记号使他易于被识别,命他离去。
Πολλὴν δʼ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθʼ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλʼ ἐπʼ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθʼ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν· αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, ᾗ πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών, ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν.
该隐走过许多土地后,与妻子定居在一个名叫瑙达的地方并在那里安家,在那里他也生了儿女。然而他领受惩罚并非为了受到劝诫,而是借以变本加厉地作恶,为自己的肉体搜罗一切享乐,即便享有这些需要对周围的人肆意凌辱亦在所不惜;他凭借劫掠与强暴积累大量钱财扩充门第,怂恿遭遇的人去追求享乐与行劫,成了他们恶劣行径的传授者;他通过构想度量衡改变了人们先前共同生活的淳朴状态,把人们因不知晓这些而本是无瑕而崇高的生活引向了奸猾。他还是第一个设立土地界标的人,并建造了一座城,用城墙加以巩固,强迫同族聚居于一处。他又依照最年长的儿子诺赫的名字,将这座城命名为诺哈。
Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, ᾧ παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας.
诺赫的儿子是伊拉德,伊拉德生马路埃尔,马路埃尔生玛土撒拉,玛土撒拉又生拉麦;拉麦由塞拉和亚达两个妻子生了七十七个孩子。
τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν.
在这些人中,亚达所生的约伯勒支搭帐篷并喜爱牧羊;他的同母兄弟尤巴勒钻研音乐,发明了琴瑟;另一位妻子所生的尤贝尔则在力量上超越众人,卓有成效地从事战事,以此搜罗满足肉体享乐之物,并首创了青铜锻造之术。
πατὴρ δὲ θυγατρὸς γενόμενος ὁ Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν.
拉麦又成了一个名叫诺埃玛的女儿的父亲;由于他明察神意,看出自己将承受比该隐杀兄更大的刑罚,便将这事向自己的妻子们表明了。
- 1.54θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς
此处为绝对宾格(accusative absolute)结构,采用非人称动词 ἔδοξε(“决定、认为合适”)的中性分词 δόξαν,以不定式短语 θῦσαι τῷ θεῷ 作为其实质主语,表示“当他们决定向神献祭时”。
- 1.55πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν
间接引语中的不定式结构,承接前文分词 πυνθανόμενος 所蕴含的言语动作,表示神说自己已有许多日子未曾见到阿伯。不定式 ἰδεῖν 的逻辑主语(神)因与主句主语相同而省略(后文主格分词 βλέπων 与之呼应),宾格代词 αὐτόν 为 ἰδεῖν 的宾语(指阿伯),ἡμερῶν 为表示时间的属格。
- 1.58τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα
动词 ἀφίημι 搭配分离属格(τῆς ... τιμωρίας)和人的宾格(αὐτόν),意为“免除某人某项惩罚”。分词 ἐπιτελέσαντα 与 ἱκετεύσαντα 依性数格与宾语 αὐτόν 一致,充当状语性分词,说明免罪的因由(“鉴于他献上了祭物并恳求”)。
