← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.42-1.53

人类堕落与逐出乐园及该隐与亚伯

在蛇的诱惑下,女人和亚当食用了禁树之果,并遮蔽自身的裸体;面对神的追问,他们相互推卸罪责。神向亚当、夏娃和蛇宣布了各自的惩罚,将他们逐出乐园,随后记述了后来出生的该隐与阿伯不同的性格与生业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42

οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον.1

蛇料想他们若是违背命令便会陷入灾祸,于是心怀恶念地诱劝那女人品尝智慧之树的果实,说善恶的辨识就在其中,他们若是获得了这种辨识,便能过上受祝福的生活,丝毫不逊于神圣的境界。

§1.43

καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι· γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι.

蛇便以这种方式蒙骗女人轻视神的诫命;女人品尝了那树的果子,并喜悦于这食物,于是也说服亚当取用它。

§1.44

καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν· τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες.

于是他们察觉到自己已经赤身裸体,因羞耻之处暴露于青天之下,他们便为自己构想遮蔽之物;因为那棵树是敏锐与理解力的来源。于是他们用无花果树的叶子遮盖自己,将这些叶子遮挡在羞耻部位前面,自以为更为有福,仿佛寻得了先前所匮乏之物。

§1.45

τοῦ θεοῦ δʼ εἰς τὸν κῆπον ἐλθόντος ὁ μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, διʼ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται.

当神来到园中时,亚当以往常去与祂交谈,如今因自知有罪而退缩退避;神对当下的情形感到奇怪,便询问起原因:为何他以往乐于与祂交谈,如今却逃避并回避它。

§1.46

τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν2 ἀλλʼ ἐμοὶ μέν, εἶπεν ὁ θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δʼ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο.

由于亚当深知自己违背了神的命令,因而一言不发,神便说道:“然而就我而言,关于你们早已定意,要让你们度过一种幸福且免于一切邪恶的生活,灵魂不被任何忧虑所撕扯,凡是有助于享受和快乐之物,都按着我的预见自然萌生,无需你们付出辛劳与艰辛;只要这些常在,衰老便不会过早临到,你们的寿命也将长久。

§1.47

νῦν δʼ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπʼ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλʼ ἐπὶ συνειδότι πονηρῷ.

但如今你违背我的诫命,侮辱了我的这份意图;因为你保持沉默并非出于美德,而是出于亏欠的良心。”

§1.48

Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπʼ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, ἡ δʼ αὖ κατηγόρει τοῦ ὄφεως.

然而亚当为自己的罪过辩白,恳求神不要对他发怒,把发生的事归咎于女人,说自己是被她欺骗才犯了罪;而女人反过来又控告了蛇。

§1.49

ὁ δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δʼ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὁ ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν.

神因亚当屈从于妇人的劝诱而对他施加惩罚,说土地将不再为他们自然生长出任何东西,对辛勤劳作、被耕作所折磨的人,它会供给某些东西,却不让他们获得另一些东西。神又以生育和生产的剧痛惩罚夏娃,因为她用蛇欺骗自己的同样手段蒙骗了亚当,使他陷入灾难。

§1.50

ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς,3 ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε.

神因蛇对亚当所怀的恶意而发怒,剥夺了蛇的声音,并在它的舌下注入毒汁,宣布它为人类的仇敌,并指示应当朝它的头部击打,因为伤害人类的恶就在那部位,而对于防卫的人来说,这也是让它致死最容易的部位;神又剥夺了它的双足,使它贴着地面蠕动爬行。

§1.51

καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον.

神吩咐他们承受这些惩罚之后,便将亚当和夏娃从园中迁居至另一地方。

§1.52

Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν ὁ μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ ὁ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο· γίνονται δὲ αὐτοῖς καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ ὁ νεώτερος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπʼ αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, ποιμενικὸς δʼ ἦν ὁ βίος αὐτῷ· Κάις δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει δὲ τὸν ἀδελφὸν ἐκ τοιαύτης αἰτίας·

他们生下了两个男孩子:其中第一个名叫该隐,这名字翻译过来意味着‘获得’;第二个叫亚伯,这名字意味着‘无有’;他们也生了女儿。兄弟二人爱好不同的行当:年轻的亚伯注重公义,坚信神临在于他所行的一切事中,因而顾念美德,他的生活乃是牧人的生活;但该隐在其余各个方面都极度邪恶,一心只想着谋利,并且是第一个想出耕种土地之人,他基于如下的原因杀害了兄弟:

语法注3 条
  1. 1.42ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον

    ἧς γενομένης 为独立属格结构,关系代词指代前文的 διάγνωσιν。διάξειν 是间接引语中的不定式,其逻辑主语(αὐτούς)在语境中省略。μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου 作定语修饰宾语 βίον。

  2. 1.46τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν

    独立属格 τοῦ δὲ μηδὲν φθεγγομένου 设定了情境后,未接主节的限定动词,而是直接转入神的发话(ἀλλʼ ἐμοὶ μέν, εἶπεν ὁ θεός...),构成破格句(anacoluthon)。συγγινώσκειν ἑαυτῷ 为表示“意识到自己有罪”的固定句式,分词 παραβάντι(违背)与反身代词 ἑαυτῷ 保持一致而采用与格。

  3. 1.50ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς

    ὑποθέμενος(指示、建议)支配不定式 φέρειν,其不定式的逻辑主语是人类(由 ἀνθρώποις 顺延而来),意为“指示[人们]将击打落于其头部”。随后的 ὡς 从句解释了其理由(害人之毒位于头部,防卫者击杀也最容易)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.42-1.53