← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.31-1.41

创世的完成与人类受造及伊甸园

记述了创世第三日至第六日的过程及第七日安息日的由来,随后叙述了亚当从土而造、为动物命名、夏娃取自肋骨的受造、伊甸园及其四条河流,以及关于分别善恶树的禁令与蛇的嫉妒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31

τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο.1

在第三日,神将大海倾注入大地的四周,使大地坚固确立;就在这一日,神立即使植物和各类种子由地而生。在第四日,祂以太阳、月亮和其余众星点缀天空,为它们规定了运转与轨道,借此标明各季节的周流交替。

§1.32

πέμπτῃ ἡμέρᾳ ζῷά τε κατʼ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ διʼ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε.

在第五日,祂在其中放养了游水与凌空的受造物,有的潜入深处,有的穿行空中,将它们以结合与交配联结在一起,以便繁衍,并使它们的族类得以一同繁荣繁衍。在第六日,祂造出四足兽类,分出雄雌;在这一日,祂亦塑造了人。

§1.33

καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.

摩西说,世界及其中的万物总共是在六日中生成的,到了第七日,神歇息下来,从劳作中获得休战,因此我们亦在这一日停止辛劳,称此日为安息日;这名称按希伯来人的方言乃指歇息之意。

§1.34

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. ὁ δʼ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν ἡ παρθένος γῆ καὶ ἀληθινή.

事实上,摩西在第七日之后便开始进行物理学层面的论述,探讨人类的构成,如此说道:神从地里取尘土塑造了人,并将灵与魂注入其中。这个人被称作亚当;这按希伯来人的言语意味着“红色的”,因他是用揉合而成的红土造就的;因为处女土、真正的土壤便是如此的。

§1.35

παρίστησι δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν,2 οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δʼ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα.

神按着种类将受造物呈现在亚当面前,展示出雌与雄,并为它们定立了至今仍旧被称呼的名字。神见亚当与雌性没有伴侣关系与共同居处——因为确实尚无此物——并且见他在其他动物均有此安排时感到困惑不解,便趁他熟睡时取下他的一根肋骨,以此塑造了一个女人。

§1.36

καὶ ὁ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθʼ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δʼ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα.

当女人被领到亚当面前时,亚当认出她是由自己而生的。按希伯来人的方言,女人被称作“埃莎”,而那个女人的名字是夏娃;这意思是万物之母。

§1.37

Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα φυτῷ· ἐν τούτοις δʼ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, ᾗ διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν.

摩西还说,神向着东方栽种了一个乐园,繁衍着各样繁茂的植物;在这些植物中,有生命之树,还有另一棵智慧之树,借此得以辨识何为善何为恶。

§1.38

εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι3 τῶν φυτῶν ἐπιμελεῖσθαι. ἄρδεται δʼ οὗτος ὁ κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος, ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφʼ Ἑλλήνων Γάγγης λεγόμενος, Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν· καλεῖται δὲ ὁ μὲν Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἢ ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ φράζεται τὸ μετὰ στενότητος ὀξύ· Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν.

神将亚当和女人领入这个园子,吩咐他们照管各样植物。这园子由一条环绕整片大地流淌的河流所灌溉,该河分为四岔。其中比逊河——其名意为丰盛——流向印度之地并注入海洋,希腊人称之为恒河;幼发拉底河与底格里斯河则奔向红海。幼发拉底河被称为福拉,意味着分散或繁花;底格里斯河被称为迪格拉,由此表达出狭窄中的迅疾;流经埃及的基训河则指称从我们对侧升起之物,希腊人正将此河称作尼罗河。

§1.40

Ὁ δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπʼ αὐτοῦ ὄλεθρον γενησόμενον.

于是神吩咐亚当和女人可以吃其余植物的果子,但要远离那棵智慧之树,事先预告他们若触碰它就必遭毁灭。

§1.41

ὁμοφωνούντων δὲ κατʼ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφʼ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους4 τοῖς τοῦ θεοῦ παραγγέλμασιν,

当时所有的动物都操着同一种语言,而与亚当及女人一同生活的蛇,因认为他们顺从神的诫命将会享有福乐,便心怀嫉妒,

语法注4 条
  1. 1.31οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο

    由与格关系代词 οἷς 引出、伴随 ἄν 与祈愿语气动词 σημαίνοιντο 的关系从句。该结构兼具潜在或目的意味,表示“借此使各季节的运转得以被标明”。

  2. 1.35παρίστησι δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν

    关于动词 τίθησιν 之语法主语的判断。在前句中,παρίστησι 的主语为 ὁ θεός,在语法结构上该主语继续统领并列动词 τίθησιν(神将动物呈现在亚当面前,并由神为它们定名)。尽管创世记第2章的原文记述是由亚当命名,此处希腊语文法在结构上仍将神作为并列句的主语。

  3. 1.38εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι

    承接前段主动词 φησί(“摩西说”)所统领的“宾格加不定词”间接引语结构。阳性单数宾格分词 εἰσαγαγόντα 指代其逻辑主语(神,τὸν θεόν),不定词 κελεῦσαι 亦以神为主语,意为“(摩西说,神)将亚当和女人引进入园中并吩咐……”。

  4. 1.41ἐφʼ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους

    短语 ἐφʼ οἷς 属于介词 ἐπί 支配包含先行词的关系代词之结构(相当于 ἐπὶ τούτοις ἅ,“因……事”)。宾格分词 πεπεισμένους 与 αὐτούς 一致,表手段或条件(“通过顺服”),全句意为“(蛇)因想到他们若顺服神的吩咐就必享有的福气而心生嫉妒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.31-1.41