- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.324-1.335
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅各与拉班立约分别后启程回乡,派遣使者并分批送上厚礼以平息以扫的怒气。他在雅博河畔与神的使者搏斗并获赐“以色列”之名与祝福,最终与毫无恶意的以扫和平相见。
καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφʼ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός,1 ἀφʼ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις ὁ μὲν Λάβανος ἀνέζευξεν.
他们就这些约定在某些山上立下了誓约,并在那立起一根形同祭坛的石柱;因此那座山丘被称为迦勒,如今人们仍依此将那片土地称为迦勒得涅。立誓之后举行了宴席,拉班便启程返回。
Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν.
当雅各向迦南地前行时,迎面遇见了预兆未来美好希望的幻象;他将那地方称为“神的军营”。因先前的猜忌而对兄长心怀畏惧的雅各,想要了解兄长如今的想法,便先打发人前去准确探明一切情况。
ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι2 γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων.
他吩咐受差遣的人向以扫转达:雅各自认与兄长的愤怒共处是不义的,故而当年主动离开了这片土地;如今他认为岁月已足以消弭隔阂,便带着妻子儿女以及所积累的财产归来,将自己与最珍贵的人一同交付给兄长,因为他判定,与兄长共同分享神所赐予之物乃是至善之事。
καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν.
使者们转达了这些话,以扫闻讯喜出望外,率领四百名重装步兵前去迎候弟弟。雅各得知以扫带领如此多的人前来迎接,极为恐慌;然而他将获救的希望托付给神,并根据眼前的情势妥善筹划,以便一旦对方意图行恶,自己能克敌制胜,保全同伴不受伤害。
νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους.
于是他将同行之人分成两拨,差遣一拨走在前面,吩咐留下的一拨紧随其后,以便在兄长袭击导致前队受挫时,能以跟进者作为退守的避难所。
καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, ἃ δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν.
以这种方式部署了随行人员后,他打发人带着礼物送给兄长。送去的是驮兽和大量各色牲畜,这些牲口因稀少而必会受到收受者的珍视。
ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις.
被差遣的人分批错开前行,以便接连不断地相遇而显得规模庞大;因为即便以扫仍在发怒,在礼物的感化下也会消解怒火。此外,受差者还被吩咐要用温和良善的言辞与他交谈。
Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων3 Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος, ὃ δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου.
在整整一天安排妥当这些事务后,夜幕降临之际他便动身带领同伴出发。当他们渡过了一条名为雅博的急流后,留了下来的雅各遇到一个幻象并与之搏斗;是对方先挑起争战,而雅各制服了那幻象。那幻象便用声音和言辞向他说话,劝他要因所发生的事而欢喜,不要认为自己取得的只是一场微小的胜利,而是击败了一位神的使者;当以此作为未来必有宏大福祉的兆头,表明他的族类永不泯灭,世上也没有任何人能胜过他的力量。
ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτʼ εἰπὸν ἀφανὲς γίνεται.
它还吩咐他给自己起名为以色列,这在希伯来人的语言中意为“抗衡神的使者之人”。幻象是在雅各的请求下才预告这些事的;因为雅各察觉对方是神的使者,便恳求它指示自己将有怎样的命运。那幻象说完这些话后便隐没不见了。
ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει τὸν τόπον, ὃ σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται τῆς τούτου βρώσεως καὶ διʼ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον.
雅各因这些话大为欣喜,将那地方命名为毗努伊勒,意为“神之面”。由于搏斗的缘故,他大筋周围感到疼痛,因此他自己不吃这部分的肉,因他的缘故,我们至今也不以此为食。
Πλησίον δʼ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι τῶν γυναικῶν ἑκατέραν κατʼ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν Ἡσαῦς, προσεκύνει δʼ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα.
得知兄长已然临近,雅各吩咐两位妻子各自带着侍女分开前行,以便在以扫若想动武的情况下,能从远处观望男人们交战的举动。而他自己则向走近身旁的兄长俯身下拜,兄长对他并未怀抱任何诡诈之意。
- 1.324ὅθεν Γαλάδην λέγεται βουνός
βουνός(阳性主格单数)作被动语态动词 λέγεται 的语法主语,Γαλάδην 则作为其专有名词称谓(谓语主格或专名同位语)。关系副词 ὅθεν 引出词源解释,整句意为“因此那座山丘被称为迦勒”。
- 1.326ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν ... ἐπανήκοι
在历史时态主动词 ἐνετέλλετο 所引出的 ὅτι 间接引语从句中,ὑπεξέλθοι 与 ἐπανήκοι 采用了斜格希求法(optativus obliquus)。它们替代了直接引语中原本应使用的直陈式时态,用以转述雅各的原话。
- 1.331διαβεβηκότων
完成体分词 διαβεβηκότων 构成独立属格结构,但其逻辑主语(τῶν σὺν αὑτῷ,即“随从众人”)因承接前文而已被省略,意为“当众人渡过了一条名为雅博的急流后”。
