← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.313-1.323

拉班的诘问与搜寻神像及与雅各立约

拉班在梦中蒙神警告后与雅各和平相见,斥责雅各擅自出逃、带走牲畜并偷窃祖传神像;雅各则诉说二十年来所受的苛待来为自己辩白。拉结巧妙藏匿了神像使搜查无果,拉班最终与雅各立下和平盟誓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.313

καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ ὁ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν1 καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης.

那时,由于天色已晚,他便按兵不动;但神在梦中显现,劝告他在追上女婿和女儿们之后要克制冷静,切勿因愤怒而对他们采取任何轻举妄动的举动,反倒要与雅各立约,神宣称,若拉班因雅各人少势孤而轻视他并诉诸武力,神必亲自作雅各的盟友相助。

§1.314

Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθʼ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος.

拉班得到这样的告诫后,次日便召雅各前来进行商谈,并向他说明了梦中的情景。雅各应允前来之后,拉班便开始指责他,提出雅各当年贫困交加、一无所有地投奔自己时,是他收留了他,并将自己丰厚的财产慷慨相赐;“我甚至将自己的女儿嫁给你,原以为通过这些纽带能加增你对我们的情义。

§1.315

σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα, ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα ἃ μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν ὁ συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.

然而你不仅不念及你的母亲,也不顾念你与我的亲戚之谊,既不体谅你所娶的妻子们,也毫不关心我是他们祖父的那些孩子们,竟以交战的法则对待我:掠夺我的财产,唆使女儿们背弃生身之父出逃,甚至盗走了我祖传的神像携之而去,那些曾受我先祖尊奉、也受我与先祖同等敬拜的神像。这些连交战双方对敌人都未曾做出的恶行,你这个亲戚——我妹妹的儿子、我女儿们的丈夫、曾作为我家的宾客与共居于一家之人——竟然做出来了。”

§1.317

ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην.

拉班说了这番话后,雅各为自己辩护道,神不仅将对故土的眷恋深植于他一人心中,而是赋予了所有人,他在历经如此漫长的岁月之后重返故土,乃是合情合理之事。

§1.318

ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς,2 φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν,3 ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, ὅσον τοῖς παισὶν αὐτῶν.

“至于你所指责的那些牲畜,”他说,“若在另一位审判官面前,被判定不义的必是你自己。因为对于那些你本该为此向我们感恩的财产——它们由我们守护且得以繁衍增多——如今我们不过取了其中的一小部分,你若为此向我动怒,岂不是背弃了公义?至于你的女儿们,你要知道,她们跟随我并非因我心怀恶意将她们拐走,而是出于结发之妻对同居丈夫理所当有的正当情意;因此她们与其说是跟随我,不如说是跟随她们的孩子。”

§1.319

καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ ἅ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε.

雅各述说这些以证明自己毫无过错,同时他也提出了反诉与控告,指出拉班身为他母亲的兄弟,在把女儿嫁给他之后,却以严苛的命令将他折磨得精疲力竭,以这些劳役将他拘束了整整二十年之久。他说,借婚姻之名加诸于他的苦难虽已严苛,却尚属轻微,婚后的苛待则更加恶劣,而他所逃避的正是敌人才会遭受的苦楚。

§1.320

καὶ γὰρ σφόδρα κακούργως ὁ Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθʼ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δʼ αὖ τὰ μέλανα τῶν γεννωμένων.

事实上,拉班对待雅各极其奸诈;因为他见神在雅各所愿的一切事上都协助他,便许诺将新生的牲畜赐予他,有时说凡生出白色的全归他,有时又说归他的是新生中的黑畜。

§1.321

πληθυόντων δὲ τῶν ἐπʼ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις.

然而,当登记在雅各名下出生的牲畜繁衍增多时,拉班并不守当下的信用,因觊觎牲畜的众多而推托说次年再付,他许诺是因为以为不可能出生那么多,一旦出生了却又食言抵赖。

§1.322

Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν.

不过,关于那些圣物,〔雅各〕让他进行搜查。拉班同意搜查,拉结得知此事后,便把那些神像藏在驮运她的骆驼鞍袋中,自己坐在上面,谎称妇女例常的洁净期使她身子不适。

§1.323

καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δʼ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας.

拉班料想女儿决不会带着这样的不洁之身去接触神像,于是放弃了进一步的搜查;他与雅各立下誓约,不再为以往发生的任何事心存芥蒂,而雅各也要善待他的女儿们。

语法注3 条
  1. 1.313λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν

    与格分词 λαβόντι 与 παρῄνεσε 的间接宾语(拉班)一致。在语法上作状语,表时间或让步(“追上女婿和女儿们之后/即便追上了他们”),修饰不定式 ἠρεμεῖν。

  2. 1.318ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς

    在 ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς 中,关系代词 ἧς 经历了格的同化(attractio relativi),本应为动词 ἐγκαλεῖς 的宾格(ἣν),却被先行词 τῆς λείας 同化为属格。名词 λεία 在此意为“牲畜/战利品”,亦与利亚的名字(Λεία)形成双关呼应。

  3. 1.318μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν

    ἀπαναστήσαντος 是属格独立分词结构,其逻辑主语代词 μου(我促使她们离开)被省略,表示原因(“并非因我心怀恶意将她们带走”)。随后的不定式 ἀκολουθεῖν 则受 ἴσθι 支配(“当知她们追随并非……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.313-1.323