- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.302-1.312
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅各为娶拉结又服役了七年,两位妻子及其侍女为他生下了众多子女;二十年后,雅各携家眷及牲畜暗中逃离,拉结带走了家神雕像,拉班随后带兵追赶并在一座山丘追上了他们。
ὁ δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν·1 οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλʼ ὑφʼ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γʼ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλʼ ἐρῶντι δώσειν ταύτην μετʼ ἄλλην ἑπταετίαν. πείθεται δʼ ὁ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν ὁ τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν.
但拉班为自己出于不得已所做的事请求原谅,说自己将利亚送给他并非心存恶意,而是屈从于别的更重大之事。不过这丝毫不会阻碍他迎娶拉结,而是在又一个七年之后,便会把她赐给心怀爱慕的他。雅各同意了,因为对少女的爱恋使他别无选择;又过了七年,他娶了拉结。
Ἦσαν δʼ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς ὁ πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς.
两人各有一名侍女,是父亲赠送的:利亚的是悉帕,拉结的是辟拉,她们绝非奴隶,而是从属地位的使女。丈夫对妹妹的爱意深深刺痛了利亚,她期盼着若能生子便会受到敬重,于是不断向神祈求。
καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατʼ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο· τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον· Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθʼ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ.
随着一个男婴诞生,丈夫因此转向爱顾她,她便给儿子起名叫吕便,因为他是照着神的怜悯降给她的;这名字的含义正是如此。过了一段时间,他们又生了三个儿子:西缅——这名字表明神垂听了她的呼求;接着是利未,意为如同情谊的保障者;随后是犹大,此名意为感恩。
Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν· καὶ μετʼ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς.
拉结因担心姐姐的多子会导致自己从丈夫那里得到的爱分减少,便将自己的使女辟拉送到雅各榻前。辟拉生下了一个孩子,起名但,按希腊人的话说,可称为“神所审断的人”;继他之后又生了拿弗他利,意为“巧计所成者”,因为这是她为了与姐姐的多子相抗衡而想出的巧计。
τὸ δʼ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη· παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετʼ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτʼ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε.
利亚也做出了同样的事,以谋略来对抗妹妹的做法;她把自己的侍女也送去同房,悉帕也生了一个儿子迦得,人们可称他为“幸运之子”;继他之后生了亚设,按她为博得荣耀而获得的添补,可称他为“称福者”。
Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι διʼ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δʼ οὐ πειθομένης, ἀρκεῖσθαι δʼ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρʼ αὐτῇ κατʼ ἐκείνην τὴν ἑσπέραν.
当利亚的长子吕便把风茄带给母亲时,拉结看见了,因渴想这食物便恳求分给她一些。但利亚不肯答应,认为拉结夺去了她从丈夫那里应得的尊荣,本该知足;拉结为了平息姐姐的怒气,便说愿意在那天晚上将丈夫让给她同寝。
τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δʼ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός· προσθήκην γενησομένου τινὸς δηλοῖ.
利亚接受了这份恩惠,雅各为了顺从拉结,便与利亚同房。于是利亚又生了几个孩子:以萨迦,意指从酬报而生的;西布伦,意为以此作为对她爱意的质押;并生了一个女儿底拿。过了些时日,拉结也生了一个儿子约瑟;此名意指增添将要诞生之人。
Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δʼ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δʼ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει.
在这整个期间——共计二十年——他一直为岳父放牧;此后,他认为理应带着妻子们返回自己的故乡;然而岳父不肯应允,他便谋划暗中行动。
τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες2 καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς.
于是他试探女人们对于迁徙的态度;既然她们欣然赞同,拉结便带上了祖传受敬奉的神像,与姐姐、各自的孩子、带着儿子的使女们以及所拥有的财物一同出逃。
ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν ἡ Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν.3
雅各还在拉班事先毫不知情的情况下带走了羊群的一半。拉结之所以带走神像,尽管雅各曾教导她要轻视对此类神明的敬奉,是为了倘若被父亲追上而落入他手中时,能借助逃向这些神明而求得宽恕。
Λάβανος δὲ μεθʼ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθʼ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους.
拉班在次日得知了雅各和女儿们的离去,悲愤交加,率领兵马急促追赶,于第七天在一个山岗上追上了早已在那里扎营的一行人。
- 1.302συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν
τῆς ἀνάγκης 是动词短语 συγγνώμην αἰτέω(乞求原谅)的原因属格(“因无可奈何的境地而求宽恕”)。关系从句中的动词 πράξειεν 是间接引语中的斜法祈愿语气(optativus obliquus),用以代替直陈语气过去时(ἔπραξε)。
- 1.310τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα ... συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες
句首的 τῶν δʼ ἐχουσῶν ἡδέως 是阴性复数的独立属格结构(“她们欣然赞同时”)。在主句中,单数动词 συναπεδίδρασκε 依据位于其前的首要主语 Ῥαχήλα 采用了单数形式,而其余并列的主语(οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες)则在动词之后依次追加。
- 1.311ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν
这是在目的从句 ἵνα ... ἔχοι 内部嵌套了条件从句 εἰ καταληφθεῖεν(过去序列下的祈愿语气)的复合结构。动词 ἔχοι 与不定词 τυγχάνειν 构成惯用搭配(ἔχω + 不定词),意为“能够获得”,其祈愿语气是由主句的过去时(ἐπεφέρετο)所决定的。
