- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.291-1.301
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅各受到舅父拉班一家的热情接纳,陈述了逃亡缘由后,约定服役七年以迎娶拉结;然而服役期满的婚礼之夜,拉班趁雅各醉酒暗中以长女代之,实施了欺瞒。
σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν ἡμῖν συγγένειαν ἀνανεωσόμενος. ἡ δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον, καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ1 καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα.
“……与你。如今我来到这里,是为了问候你们,并重修我们之间原有的亲族之谊。” 少女凭借年轻人常有的记忆力,曾从父亲那里得知关于利百加的事,且深知双亲常怀念她的名字,便出于对父亲的情意不禁泪流满面,拥抱了雅各;她亲吻了他,并说他给她的父亲以及家中所有的人带来了最期盼、最巨大的喜悦,因为父亲正沉浸在他母亲的回忆中,唯独挂念着此事;而且在他看来,雅各抵得上一切的美善。她催促他立刻去见父亲,由她引路跟随她前往,切莫因迟延而减损了那份极大的喜悦。
Ταῦτʼ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς.
说完这些话,她便领他去见拉班。雅各被母舅认出之后,因置身于亲友之间而不再有所畏惧;他的意外到来,也给他们带来了极大的喜悦。
μετὰ δὲ οὐ πολλὰς ἡμέρας ὁ Λάβανος χαίρειν μὲν ἐπʼ αὐτῷ παρόντι μειζόνως ἢ ὡς τῷ λόγῳ δηλώσειεν ἔλεγε, τὴν δʼ αἰτίαν διʼ ἣν ἀφῖκται μητέρα τε καὶ πατέρα πρεσβύτας καταλιπὼν καὶ θεραπείας τῆς παρʼ αὐτοῦ δεομένους ἀνεπυνθάνετο· παρέξειν γὰρ αὐτῷ καὶ πρὸς ἅπασαν ἐπαμύνειν χρείαν.
没过几天,拉班便说,对于雅各的到来,他心中的喜悦远非言语所能表达;拉班向他询问,究竟是什么原因使他抛下年迈且需要他照顾的父母来到这里;因为他定会供给他,并在一切需要上予以援助。
Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν ὁ πατὴρ ηὔξατο. ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς ἡ μήτηρ προσλαμβάνει.2 ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.
雅各便向他叙述了事情的原委,说道: 以撒生了双胞胎儿子,就是他自己和以扫;当以扫因母亲的计谋而失去了临到雅各身上的父亲的祝福时,以扫便图谋杀害他,认定他夺去了来自神的王权以及父亲所祈求的诸般福分;这便是他遵照母亲的吩咐来到此地的原因;因为“我们大家虽然都有兄弟,但母亲所带来的亲情却超越了因兄弟而有的亲族关系。而我,”雅各说,“以您和神为我客居异乡的坚固堡垒,对当下的处境便毫不畏惧。”
Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης· ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ.
拉班应许,无论是为了先祖还是为了雅各的母亲,都要向他施予一切善意,即使母亲不在场,他也要通过对雅各的关切来表达对她的情谊;拉班说,他要立雅各为羊群的看顾者,并以此给予他优厚的报酬;当雅各希望回到自己的父母那里时,他必带着礼物以及如此至亲之人理应获得的尊荣回去。
Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρʼ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρʼ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο· ὁ γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους.
雅各欣然听了这些话,表示乐意留在拉班身边为取悦他而甘愿忍受一切辛劳,但请求以迎娶拉结为报酬,因为拉结在其他方面也配受他的敬重,且她是引领雅各来到他这里的使者;对少女的爱慕促使他提出了这番请求。
Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν· εἰ μέντοι παρʼ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν· εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα· μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος.
拉班听了十分高兴,便应允将女儿许配给他,因他未曾祈愿有别的更好的女婿前来;不过,若是雅各能在他那里留居一段时日,他便促成此事;因为他绝不会把女儿送到迦南人那里去,就连他的妹妹在当地缔结的婚事,他也早已感到后悔。
τοῦ δʼ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι3 τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων.
雅各同意了这些条件,约定了七年的期限;雅各决意为岳父服役这么多年,以便显出自己的品德,让人更清楚地知道他是怎样的人。拉班接受了这一提议,当期限届满时,便设摆了婚筵。
νυκτὸς δʼ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δʼ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθʼ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ.
夜幕降临之际,在雅各毫无察觉的情况下,拉班将另一个女儿送到了雅各身边同寝,这女子比拉结年长,且容貌欠佳。雅各因酒醉与黑暗而与她同房,次日天明察觉之后,便指责拉班不义。
- 1.292τῆς μητρὸς αὐτοῦ κειμένῳ
与格分词 κειμένῳ(及其后的 τυγχάνοντι)修饰前文的 τῷ πατρί(拉班),意为“沉浸于……的父亲”。代词 αὐτοῦ 指代前文宾格的 αὐτόν(雅各),而非拉班自身,指“雅各的母亲”(即拉班的胞妹利百加)。
- 1.296πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς ἡ μήτηρ προσλαμβάνει
此句以 ἡ μήτηρ 为主语,以中性名词化比较级 πλέον 为宾语,意为“母亲带来了超越借由他们(兄弟)而有的血亲联系”。该句与前句 πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι(以所属与格 ἡμῖν 表示“我们人人皆有兄弟”)相对成文,说明了雅各为何遵从母命投奔母舅拉班。
- 1.300τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι
αὐτῷ 是与完成时被动态 κέκριται 连用的施事与格,指雅各。τοσάδε 为表示时间跨度的宾格(“这么多年”),与不定式 θητεῦσαι 构成“为岳父服役这么多年乃是他(雅各)本人的决意”。随后的目的从句中分词 δοὺς 与动词 ἐπιγνωσθῇ 的主语皆为雅各,从句法上印证了这一服役期限并非拉班单方面强加,而是雅各主动提出并赞同的。
