← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.280-1.290

伯特利的圣别与雅各在哈兰井旁邂逅拉结

神在梦中向雅各应许后裔繁衍与土地权柄,雅各醒后膏石为记并将该地命名为伯特利。随后雅各抵达哈兰,在井旁遇见拉班之女并被其美貌所倾倒,进而向她道明了彼此之间的血缘渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.280

Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ1 καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλʼ ἐλπίζειν τὰ κρείττονα·

“雅各啊,你出身于良善的父亲,且祖父曾赢得伟大德性的美名,你不应当为眼前的处境沮丧,而应当期盼更美善之事。

§1.281

καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι·

因为借着我的护佑,在一切事上丰盛的大福都将等待着你。我曾将亚伯拉罕从美索不达米亚引领至此——当他被亲族驱逐之时——我也使你的父亲享尽繁荣;我赐予你的分,绝不下于他们。

§1.282

θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφʼ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες·2 οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν.

因此你要鼓起勇气,以我为向导踏上这条道路;因为你所切望的婚事必得成就,你必生养良善的子嗣,其数量将多得无法计数,他们还将留下更伟大的子孙;我必将这片土地的统治权赐予他们及他们的子孙,他们将充满阳光所普照的一切陆地与海洋。

§1.283

ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτʼ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.

你切莫疑虑任何凶险,亦莫畏惧诸多辛劳,因为无论是在当下,还是在日后更为深远之时,我都必眷顾由你所将成就之事。”

§1.284

Ταῦτα μὲν οὖν ὁ θεὸς Ἰακώβῳ προαγορεύει· ὁ δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπʼ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπʼ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν.

神向雅各宣告了这番话。 雅各因所见之异象与所宣之应许而欣喜若狂,因这般宏大的美事曾于其上预告,他便洁净了那些石头,并许下誓愿:若能置办生计且平安归来,必在石上献祭,如此归来之时必将所获之物的十分之一献予神;他认定此地为圣洁尊贵之所,为其起名为伯特利,这在希腊人语言中意为“神圣的居所”。

§1.285

Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρʼ αὐτοῖς εἰδότες ἔτι περιόντα.

他继续向美索不达米亚前行,不久便抵达了哈兰。他在城郊遇见了牧人以及聚集在一口井旁的少年男女,因需要饮水便与他们停留在一处;在与他们攀谈之时,雅各向他们打听,是否认识当地一位尚在人世的拉班。

§1.286

οἱ δὲ πάντες ἐπίστασθαί τε ἔφασαν, οὐ γὰρ εἶναι τοιοῦτον ὥστε ἀγνοεῖσθαι, καὶ συμποιμαίνειν αὐτοῖς θυγατέρα αὐτοῦ, ἣν θαυμάζειν ὅτι μήπω παρείη· παρὰ γὰρ ταύτης μεμαθήκεις ἂν3 ἀκριβέστερον ὅσα περὶ αὐτῶν ἀκοῦσαι ποθεῖς. ταῦτα δʼ αὐτῶν ἔτι λεγόντων παρῆν ἡ παῖς σὺν τοῖς ἐπικατιοῦσι τῶν ποιμένων.

众人都回答说认识——因为拉班并非默默无名之辈——并说拉班的女儿正与他们一同放牧,大家正诧异她为何尚未到来:“因为从她那里,你本可以更确切地得知你切望听闻的关于他们的一切。” 正当他们说着这些话时,那少女同下山归来的牧人们一同到了。

§1.287

καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. ἡ δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος.

他们向她指明雅各,说这位外邦异乡人是来探问她父亲的消息的。少女因年幼纯真而为雅各的到来感到喜悦,便探问他是何人、从何处来到他们这里、受何种需求所驱使,并祝愿他们能够满足他远道而来所求之事。

§1.288

Ἰάκωβος δὲ οὐχ ὑπὸ τῆς συγγενείας οὐδὲ τῆς διὰ ταύτην εὐνοίας, ἀλλʼ ἔρωτι τῆς παιδὸς ἡττηθεὶς ἐκπέπληκτό τε τοῦ κάλλους4 ὁρῶν οὕτως ἔχουσαν, ὡς ὀλίγαι τῶν τότε γυναικῶν ἤνθουν, καὶ φησίν· ἀλλʼ ἐμοὶ πρὸς σὲ καὶ πατέρα τὸν σόν, εἴπερ Λαβάνου παῖς τυγχάνεις, οἰκειότης ἐστὶ πρεσβυτέρα τῆς τε σῆς καὶ ἐμῆς γενέσεως·

雅各并非出于亲族之情,亦非出于由此而生的好感,而是被对少女的爱慕所征服,见她容貌焕发、为当时罕有的绝色女子,便惊叹于她的美貌,说道: “然而在我与你及你的父亲之间——若你确是拉班的孩子——早在你我的诞生之前,便已存在着深厚的宗亲之谊。

§1.289

ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος ὁ σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ὁ ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους·

盖自他拉繁衍了亚伯拉罕、哈兰与拿鹤诸子,其中你的祖父彼土利是拿鹤之子,而亚伯拉罕与哈兰之女撒拉结合生下了我的父亲以撒。而在彼此之间,我们更握有更亲近、更新近的亲族凭据:

§1.290

Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ

因为我的母亲利百加,与你的父亲拉班同父同母,是他的胞妹;而我们正是表兄妹,我和……”

语法注4 条
  1. 1.280πατρὸς ὄντα σε ἀγαθοῦ

    分词 ὄντα 与不定式 κάμνειν 的逻辑主语宾格 σε 在性、数、格上保持一致。属格 πατρὸς ... ἀγαθοῦ 作表语性属格,表示出身或属性,意为“出身于善父的你”。

  2. 1.282καταλιμπάνοντες

    阳性主格复数分词在语法上并未与本分句的中性单数主语 τὸ πλῆθος(或属格 αὐτῶν)保持一致,而是顺应逻辑主语(即子嗣们继续生养后代)产生的意念一致(constructio ad sensum)。

  3. 1.286μεμαθήκεις ἂν

    由间接引语转为直接引语时使用的带 ἄν 的过去完成时直陈语气(省略增音的第二人称单数形式),构成非真实条件句的后件(“〔倘若她在场,〕你本可以得知”)。

  4. 1.288τοῦ κάλλους

    由被动语态动词 ἐκπέπληκτο 所支配的原因属格,表示惊叹的缘由(“因其美貌而惊叹/倾倒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.280-1.290