- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.269-1.279
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅各借利百加的计策骗取了以撒给以扫的祝福,迟归的以扫只能承受臣服于弟的预言。为避兄长报复并赴美索不达米亚娶亲,雅各启程并在途中梦见通天之梯与神的显现。
Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· ἡ δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. ὁ δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρʼ αὐτῆς πεπυσμένος·
于是以扫出发去狩猎;利百加认为即便违背以撒的心意,也应当求神恩待雅各,便吩咐他宰杀山羊羔来备办晚膳。雅各从母亲那里得知了一切,便听从了她。
ἐπεὶ δʼ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντʼ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας,1 προσέφερε τῷ πατρὶ τὸ δεῖπνον.
晚膳备妥后,雅各用山羊羔的皮裹住手臂,好让父亲因毛发浓密而信他是以扫——因为作为双胞胎,他在其他各方面都与以扫相似,唯独在这一点上有所不同——他又担心在祈祷进行前因行诈败露而激使父亲作出相反的祈祷,便将晚膳奉到父亲面前。
καὶ ὁ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, ᾧ τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενος φωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ τῆς τριχὸς βάθος Ἡσαῦς εἶναί μοι δοκεῖς.
以撒察觉到声音上的特异,便召儿子上前;当儿子伸出裹着山羊皮的手臂时,他摸了摸这张山羊皮,说道: “你的声音固然很像雅各,但从毛发的浓密程度来看,我看你是以扫。”
καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦ δέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας· σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι·
他丝毫不疑有诈,用完膳后便转向对神的祈求与祈祷,说道: “万世的主宰、全有的造物主啊!您赐予我父亲丰盛的美物,恩待我得享眼前的福分,并向我的后裔应许必作慈祥的相助者,常赐更为美善之物。
ταῦτʼ οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, διʼ ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δʼ αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.
因此,求您坚立这些应许,莫因我如今的衰弱而忽视我——正因这衰弱,我反倒更切切地需要您;求您以慈爱保守我的这个孩子,护庇他免受一切灾祸,赐予他幸福的生命以及您所能赐予的种种福分,使他在敌人面前令人畏惧,在友朋之中得享尊荣与爱戴。”
Καὶ ὁ μὲν νομίζων εἰς Ἡσαῦν ποιεῖσθαι τὰς εὐχὰς παρεκάλει τὸν θεόν· ἄρτι δὲ πέπαυτο τούτων καὶ παρῆν Ἡσαῦς ἀπὸ τῆς θήρας. καὶ τῆς διαμαρτίας Ἴσακος αἰσθόμενος ἡσυχίαν ἄγει, Ἡσαῦς δὲ ἠξίου τῶν ὁμοίων τἀδελφῷ παρὰ τοῦ πατρὸς τυγχάνειν·
以撒自以为是在为以扫祈求,便向神呼求;但他刚结束祈祷,以扫就狩猎归来。以撒发觉出了差错,便默然不语;以扫则恳求从父亲那里得到与兄弟相同的祝福。
τοῦ δὲ ἀρνουμένου διὰ τὸ πάσας εἰς Ἰάκωβον τὰς εὐχὰς ἀνηλωκέναι πένθος ἦγεν ἐπὶ τῇ διαμαρτίᾳ. καὶ αὐτοῦ τοῖς δάκρυσιν ἀχθόμενος ὁ πατὴρ τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπʼ αὐτοῖς δόξαν διʼ αἰῶνος καὶ τὸ ἀπʼ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ.2
但以撒因已将所有的祈福都用在雅各身上而予以拒绝,以扫便因这一差错而悲痛哀悼。父亲为其眼泪所触动,便向他宣告:在狩猎、持械的膂力以及一切行事上,他将享有美名,他及其后裔将永享由此带来的荣耀,但他必作其兄弟的奴仆。
Ἰάκωβον δὲ φοβούμενον τὸν ἀδελφὸν τιμωρίαν βουλόμενον λαβεῖν τῆς ἐπὶ ταῖς εὐχαῖς διαμαρτίας ἡ μήτηρ ῥύεται· πείθει γὰρ τὸν ἄνδρα Μεσοποταμίαν ἀγαγέσθαι τῷ Ἰακώβῳ γυναῖκα συγγενῆ.
雅各惧怕企图因祈福之差错进行报复的兄长,母亲则解救了他;因为她劝服丈夫,让雅各去美索不达米亚娶一位同族女子为妻。
ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας.
原来以扫早前已娶了以实玛利的女儿巴实抹为妻;以撒及其家人对迦南人并无好感,因而对他先前的婚事深感不悦,以扫为讨好他们,便迎娶了巴实抹,对她格外用心。
Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρʼ οὐδένα μὲν ἠξίου κατάγεσθαι, ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπʼ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ διʼ αὐτῆς ὄψεις κατιούσας σεμνότερον ἢ κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους.3
雅各受母亲差遣前往美索不达米亚,去娶她兄弟拉班的女儿——由于顺从妻子的意愿,以撒准许了这桩婚事——他取道迦南地前行,由于憎恶当地人,他不愿寄宿在任何人处,而是在露天下宿营,将头枕在自己聚拢的石头上;他在睡梦中见到了临到身旁的异象:他似乎看见一座从地面直达天际的天梯,其上有相貌比凡人天性更显尊贵者正沿着梯子降下,最后,神在上头清晰地显现于他眼前,指名呼唤他,并向他说了这样一番话。
- 1.270εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας
在由 φοβηθεὶς μή 引导的惧怕从句中,动词 παροξύνῃ 支配宾格 τὸν πατέρα 与不定式 ποιήσασθαι(“激使父亲作出……”),介词短语 εἰς τοὐναντίον 则修饰该不定式,指明动作产生的结果方向(“转向相反的方向”,即转为诅咒)。
- 1.275τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπʼ αὐτοῖς δόξαν διʼ αἰῶνος καὶ τὸ ἀπʼ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ
在间接引语动词 ἔφασκε 的支配下,将来时不定式 εὐδοκιμήσειν、καρπώσεσθαι 与 δουλεύσειν 通过 μέν ... δέ 形成对照。前半句中,除主语宾格 αὐτόν 外,还并列了 καὶ τὸ ἀπʼ αὐτοῦ γένος 作为主语,而后半句 δουλεύσειν 同样承接这一复合主语(即以扫及其后裔)。
- 1.279κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν ... καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους
动词 ἔδοξεν 起初以雅各为主语采用人称结构(ἔδοξεν βλέπειν,“他似乎看见……”),但在句末的 καὶ τελευταῖον 之后转为非人称的“宾格加不定式”结构,以 τὸν θεόν 作为不定式 καλέσαι 和 ποιήσασθαι 的主语,均从属于 ἔδοξεν。
