- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.257-1.268
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
以撒生下双胞胎以扫和雅各;饥荒期间他迁居基拉耳,在经历掘井纷争后与亚比米勒立约和好;后来以扫擅娶迦南女子令父母忧心,年迈失明的以撒则吩咐以扫外出狩猎以便为他祝福。
Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δʼ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι.
亚伯兰去世后,以撒的妻子怀了孕,由于腹部异常胀大,他心生忧虑便求问于神。神告诉他,利百加将生下双胞胎,将有以这两个孩子为名的国度出现,而且那看似弱小者将胜过年长者。
τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ ὁ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ ὁ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν.
不久,按照神的预告,一对孪生男婴为他而生;其中年长者从头到脚长满了浓密的毛发,而年幼者则在长者出来时抓着他的脚后跟。父亲喜爱年长者,因其多毛的特征被称为以扫——希伯来人称毛发之物为“以扫隆”;年幼的雅各则深得母亲的喜爱。
Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον1 τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν ὁ βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη.
当饥荒临到这块土地时,以撒因那地富饶而决意前往埃及,却照神的吩咐前往基拉耳。亚比米勒王因昔日对亚伯兰的款待与友谊接纳了他,起初对他展现出极大的恩待,后来却因嫉妒而未能始终如一地保持这种善意。
ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. ὁ δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου2 τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι.
因为亚比米勒见神与以撒同在,并对他施以如此巨大的眷顾,便驱逐了他。以撒再次经历出于嫉妒的亚比米勒所带来的这种转变,当时便退隐到一个名为“山谷”、距基拉耳不远的地方;但当他挖井时,牧羊人们扑来大打出手,阻挠施工,因他不愿争竞,对方似乎占了上风。
ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν.
他退让后又挖了另一口井,因亚比米勒手下的另一些牧人施加强暴,他亦舍弃此井离去,以明智的理性为自己换取了平安。
εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν· εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται· μάχην ἄν τις αὐτὸ φήσειε· τὸ δʼ ἕτερον Σύαιναν· ἔχθραν ἀποσημαίνει τὸ ὄνομα.
随后,机缘使他得以不受阻碍地掘井,他便给这口井起名为利河伯;该名字意为“宽阔”。至于先前的两口井,一口被称为埃斯孔——人们或称其为“争端”;另一口则被称为叙艾纳,该名字意为“仇恨”。
Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατʼ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπʼ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος3 φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος.
以撒因家业兴盛而势力益发壮大;然而亚比米勒认为以撒的壮大对自己构成威胁——两人的相处已让彼此心存猜忌,而以撒是在未起明面敌意的情况下退让的——亚比米勒担心若以撒转而报复自己所受的待遇,昔日的友谊将对自己无所裨益,于是带着他的一名将领斐洛科斯,重新与他修好。
πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ.
由于以撒为人宽厚,将先前对他和父亲施加的恩惠置于近来的怒气之上,亚比米勒获得了他所要求的一切,便动身返回自己的领地。
Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα ὁ πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος·
在以撒的众子中,深受父亲疼爱的以扫到了四十岁时,娶了迦南豪族中的赫伦之女亚大和优西比翁之女阿里巴梅为妻;他擅自掌控婚姻之权,甚至未曾与父亲商榷。
οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης·4 οὐ γὰρ ἦν αὐτῷ διʼ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε.
因为决定权若在以撒手中,他是绝不会答应的;因与本地人结亲绝非他的心愿。然而,他不愿因强令儿子离开这些女子而遭儿子怨恨,便决定保持沉默。
Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶ τοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν τὸν θεὸν ἐκέλευσεν ἐξελθεῖν ἐπὶ κυνηγέσιον καὶ θηρασάμενον ὅσα ἂν αὐτῷ δυνατὸν γίνηται παρασκευάσαι δεῖπνον, ἵνα μετὰ τοῦτο ἱκετεύσῃ τὸν θεὸν σύμμαχον αὐτῷ καὶ συνεργὸν εἰς ἅπαντα παρεῖναι τὸν βίον, ἄδηλον μὲν εἶναι λέγων, ὁπότε καὶ τελευτήσειε, πρὸ δὲ τούτου παρασχεῖν αὐτῷ βούλεσθαι τὸν θεὸν ταῖς εὐχαῖς ταῖς ὑπὲρ αὐτοῦ παρακεκλημένον.
到了暮年,以撒的双眼已完全失明,他召来以扫,说明年老即便撇开双目的残疾与疾患不谈,也妨碍了他侍奉神,便吩咐他外出狩猎,尽其所能捕获猎物以备晚膳,以便在此之后能祈求神在他一生的岁月中作他的同伴与协助者;以撒说,自己何日离世尚不得而知,愿在此之前使他得着因替他献上的祈祷而受感召的神。
- 1.259δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον
此处使用了非人称动词 δοκεῖ 的中性单数分词 δόξαν 构成的绝对宾格结构。意为“鉴于他决意前往埃及”,在句中充当副词性成分,与后文的绝对属格 τοῦ θεοῦ κελεύσαντος(“因神吩咐”)构成转折与情境对比。
- 1.260ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου
这是一处倒装离隔修辞(hyperbaton),冠词与形容词组合 τοῦ βασκάνου 和专有名词 Ἀβιμελέχου 被分词 πειραθείς 分隔开来。介词短语 ἀπὸ τοῦ βασκάνου Ἀβιμελέχου 通过前面的冠词 τῆς 修饰 μεταβολῆς(“出自那嫉妒的亚比米勒的转变”),而异态分词 πειραθείς 则支配属格宾语 τοιούτου。
- 1.263δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος
在由表惧怕的连词 μή 引导的从句内部,嵌套了绝对属格 Ἰσάκου τραπέντος(“若以撒转向……”),同时表示目的的介词短语 πρὸς ἄμυναν 引申出先行词被吸引省略的关系从句 ὧν ἔπαθεν(相当于 τούτων ἃ ἔπαθεν,“报复他所遭受之事”)。这一层层嵌套的复杂结构阐明了修饰主动词 ποιεῖται 的分词 δείσας 的动机。
- 1.266ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης
这是一个充当与事实相反的条件句之从句(protasis)的绝对属格结构,与前面的虚拟主句 οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος(“因为以撒绝不会应允”)相呼应。介词 ἐπί 搭配与格(ἐπʼ αὐτῷ)是表示“处于某人掌管之下/由某人决定”的固定搭配。
