- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.247-1.256
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚伯兰的仆人得知利百加的身世后感谢神的指引,来到拉班家中成功求亲并促成婚约。随后继承全部产业的以撒迎娶利百加,而亚伯兰寿终正寝并得安葬。
ὁ δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετʼ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καί νυμφεύσειαν,1 φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας αὐτῷ τεξομένην γνησίους.
他因看到了事成全貌的希望,又欲知实情,便称赞她的高尚品德与仁善,因她并未回避以自己的辛劳去帮助有需要的人;他又询问她出自何等父母,并为他们能拥有这样的女儿祈祝福泽,说: “愿他们按自己的心愿,将她嫁入良善之人的家中,为他生下合法的子嗣。”
ἡ δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶ Ῥεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ ὁ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.
她对渴望得知的他亦无所隐瞒,反而指明了自己的出身,说道: “我名叫利百加,我的父亲曾是彼土利;但他现已去世,拉班是我们的兄长,正与母亲一同照管全家,守护我的贞洁。”
τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην.
听闻这些话后,他因见神如此显然地在路途上协助他,便为所发生之事与所听之言感到欢喜;他取出一挂项链和若干适合少女佩戴的首饰,赠予这位少女,作为她赐水之恩的报酬与奖赏,并说她在众多少女中显得如此善良,理应获得这些饰物。
ἠξίου τε παρʼ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης,2 κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν ἢ τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος.
他又请求在他们家中留宿,因为夜色已阻挡了他继续前行;他携带着贵重的女子饰品,称没有比自己亲身体验过的这些人更可靠的人可让他托付此物。他又说,从她自身的德行也可推知其母亲与兄长的仁慈,他们必不会心生不快;因他既会支付款待之费,又会自备用度,绝不会成为他们的累赘。
ἡ δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος3 ἄξειν αὐτὸν ἔλεγεν.
她回答说,关于其家人的仁厚他的推断并无不妥,但责怪他将他们预想得过于吝啬,因为他将白白分享一切。不过她表示,要先禀告兄长拉班,若他首肯,便引他入内。
Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δʼ ὑμέτερος· Ναχώρης γὰρ ὁ τούτων, ὦ γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος.
待此事办妥,她便领异乡人入内,拉班的仆役接管了他的骆驼并加以照料,他本人则被带入与拉班同席进餐;餐毕,他对拉班和少女的母亲说道: “亚伯兰乃是他拉之子,亦是你们的同族之亲;妇人啊,这些孩子的祖父拿鹤,乃是亚伯兰同父同母的兄弟。
πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος.4 ᾧ τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον.
因此他派人前来见你们,请求为自己的儿子迎娶这位少女为妻;那儿子是他正出的独子,被养育成继承全部产业的嗣子。他在当地本可为他迎娶最富贵之女,却不屑于如此行,而是为尊崇宗族才操办这桩婚事。
οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, ὃ δὴ γέγονε.
切莫蔑视他的热诚与决断;因为正是依循神的旨意,我路途上的其余一切才得以顺遂,并找到了这位少女和你们的家门。因我临近城邦时,见众多少女前赴井旁,便祈求能遇见此人,而事情果然如此应验。
γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε. οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφʼ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην ὁ Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων· οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν.
因此,你们也当成全这桩由神圣启示所缔结的婚约,应允嫁出这名少女,以此敬重以如此热诚差派使者的亚伯兰。” 拉班等人因觉得此事美好而令人称心,领会了神的旨意,遂按照他所请求的条件送出了女儿。随后,由于产业尽归以撒,以撒便迎娶了她;因为基土拉所生的众子早已前往各殖民地去了。
Τελευτᾷ δὲ καὶ Ἅβραμος μετʼ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου.
不久之后,亚伯兰亦离世了,他是在一切美德上臻于至善之人,因对神的敬虔而配享神的尊荣。他一生活了一百七十五岁,由他的儿子以撒和以实玛利将他与妻子撒拉一同安葬于希伯仑。
- 1.247νυμφεύσειαν
第三人称复数祈愿语气,无显式主语,承前指涉刚提及的父母(γονέων),表示祝福与愿望:“愿他们(将她)嫁出”。
- 1.250τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης
带属格冠词的不定词短语 τοῦ προσωτέρω χωρεῖν(继续前行)由现在分词 ἀφαιρουμένης(剥夺、阻挡)所支配,构成表示阻碍或分离的结构,意为“因黑夜阻挡了他继续前行”。
- 1.251συγχωροῦντος
省略了代词主语的属格独立结构,在语境中回指前文的“兄长拉班(Λαβάνῳ... τἀδελφῷ)”,具有条件从句的含义,即“若他(拉班)同意”。
- 1.253ἐπὶ τοῖς πᾶσι τεθραμμένος
介词短语 ἐπὶ τοῖς πᾶσι(在一切事物之上)与完成时被动分词 τεθραμμένος(被抚养)搭配,表示以撒被培养为拥有或继承全副产业的继承人。
