← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.237-1.246

撒拉安葬与基土拉后裔及利百加相遇

记述了撒拉的去世、购置墓地与安葬,以及亚伯兰续娶基土拉及其后裔的繁衍(包括“非洲”一名的渊源);随后,亚伯兰命老仆立下重誓前往美索不达米亚为以撒提亲,老仆在井旁遇到了利百加。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.237

Καὶ Σάρρα μὲν οὐ πολὺ ὕστερον ἀποθνήσκει βιώσασα ἔτη ἑπτὰ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν. θάπτουσι δʼ αὐτὴν ἐν Νεβρῶνι συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον,1 Ἁβράμου δὲ ὠνησαμένου τὸ χωρίον σίκλων τετρακοσίων παρʼ Ἐφραίμου τινὸς ἐκ τῆς Νεβρῶνος. καὶ τὰ μνημεῖα Ἅβραμός τε καὶ οἱ ἀπόγονοι αὐτοῦ ταύτῃ κατεσκευάσαντο.

撒拉在此后不久便去世了,活了一百二十七岁。尽管迦南人应允由公款为她堆筑坟冢,亚伯兰还是以四百舍客勒向希伯仑的某个以弗仑买下了那块土地,将她安葬在希伯仑。亚伯兰及其后裔便在此处修建了他们的家族墓地。

§1.238

Γαμεῖ δʼ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις· Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς.

此后他自己又迎娶了基土拉,她为他生了六个儿子,他们既能吃苦耐劳,又善于理解:赞布兰内斯、雅扎雷斯、玛丹内斯、玛迪安内斯、卢苏巴科斯、苏奥斯。这些儿子们也繁衍了子嗣:苏奥斯生了萨巴基内斯和达丹内斯,后者又生了拉图西摩斯、阿苏里斯、卢乌里斯;玛丹内斯则生了厄法斯、厄奥弗伦、阿诺科斯、厄比达斯、厄尔达斯。

§1.239

τούτοις ἅπασι τοῖς παισὶ καὶ τοῖς υἱωνοῖς Ἅβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδῦτιν καταλαμβάνουσι καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν. λέγεται δέ, ὡς οὗτος ὁ Ἑώφρην στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν.

亚伯兰为所有这些儿子和孙子们筹划了殖民的队伍,他们占据了穴居者之地,以及富庶阿拉伯一直延伸到红海的全部领土。据说正是这位厄奥弗伦率军征伐利比亚并占据了那里,而他定居于此的孙辈们便依照他的名字将那片土地称为非洲。

§1.240

μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ πολυίστωρ λέγων οὕτως· Κλεόδημος δέ φησιν ὁ προφήτης ὁ καὶ Μάλχος ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωυσῆς ἱστόρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Κατούρας Ἁβράμῳ ἐγένοντο παῖδες ἱκανοί.

博学学者亚历山大为我的说法作证,他这样记述道: “先知克莱奥德穆斯,亦称马尔库斯,在如犹太人的立法者摩西那样记述犹太人事迹时说道,基土拉为亚伯兰生了许多儿子。”

§1.241

λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα ὀνομάζων τρεῖς Ἰαφέραν Σούρην Ἰαφράν. ἀπὸ Σούρου μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο Ἰαφρᾶ τε καὶ Ἰαφέρου, πόλιν τε Ἐφρᾶν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γήμαντά τε τὴν Ἀφράνου θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον· τούτου δὲ γενέσθαι Σόφωνα, ἀφʼ οὗ τοὺς βαρβάρους Σόφακας λέγεσθαι.

他还提及了他们的名字,列举了其中三人:雅费拉、苏雷斯、雅弗拉。他说亚述因苏雷斯而得名,而厄弗拉城和非洲这一地区则得名于雅弗拉和雅费拉二人。因为这些人曾随赫拉克勒斯一同远征利比亚和安泰俄斯;赫拉克勒斯迎娶了阿弗拉内斯的女儿,由她生了儿子狄奥多罗斯;从狄奥多罗斯又生了索丰,蛮族索法克斯人便是以他命名的。

§1.242

Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι2 ὁ πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι.3

当以撒年约四十岁时,其父亚伯兰决意为他迎娶其兄弟拿鹤之子的女儿利百加为妻,便在以重誓约束了仆人中最年长者之后,派他前去提亲。

§1.243

γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον ἢ μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα.

这类誓约是依照如下方式立定的:彼此将手置于对方大腿之下,然后祈求神作为未来之事的见证人。〔亚伯兰〕还向那里的人送去了礼物,这些礼物因稀有或在当地完全没有而备受珍视。

§1.244

οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν,4 χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, ἃ διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις·

这名仆人出发后,由于美索不达米亚极难通行——冬季因泥泞深陷,夏季因水源匮乏,加之其间盗匪横行,若非行路者预先防范便无法逃脱——因而历时良久,才抵达卡莱城;来到城郊时,他遇见了若干名前往打水的少女。

§1.245

εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει ὁ γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης.5

于是他向神祈祷:亚伯兰派他为儿子前去提亲的利百加,若这桩婚姻注定按照神的旨意成全,便愿她能在这些少女中被寻见,并以此得以辨识:当他求水饮用时,其余人都予拒绝,而唯独她将水提供给他。

§1.246

Καὶ ὁ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως.

他怀着这样的心思来到井边,恳请少女们给他水喝;而当她们纷纷转身离开,声称需要带水回家而非供他饮用,且打水本来便不易时,她们之中的一位女子斥责了她们对外邦客人的傲慢冷漠,说她们连水都不肯分予,将来还能与人分享何物,随即亲切地将水分给了他。

语法注5 条
  1. 1.237συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον

    συγχωρούντων τῶν Χαναναίων 是具有让步意味的独立属格结构(“尽管迦南人应允……”)。它通过 μέν...δέ 与后文的 Ἁβράμου δὲ ὠνησαμένου... 形成对比,突显亚伯兰拒绝了公款赠予而坚持自费购地。

  2. 1.242γνοὺς ἀγαγέσθαι

    γνούς 是动词 γιγνώσκω 的不定过去时分词,在此处表示“决意/决定”,后接补足不定式 ἀγαγέσθαι(“迎娶”)。其语法主语为紧随其后的 ὁ πατὴρ Ἅβραμος,整个分词短语修饰主要动词 πέμπει。

  3. 1.242ἐνδησάμενος μεγάλαις πίστεσι

    中间态分词 ἐνδησάμενος 意为“使……(向自己)受约束”,搭配表示手段/方式的与格 μεγάλαις πίστεσι(“以重誓”),指他令仆人立下庄严的誓约以受其约束。

  4. 1.244διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν

    由介词 διά 支配带冠词的不定式 τὸ εἶναι 构成的表示原因的结构(“由于美索不达米亚极难通行”)。其中被动态现在时不定式 ὁδεύεσθαι 作为说明性不定式(epexegetical infinitive),用以限定形容词 χαλεπήν。

  5. 1.245τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης

    由 μέν...δέ 形成鲜明对照的双重独立属格结构。αἰτοῦντι 是与格现在时分词,意为“向(求水的)他”,作为 ἀρνουμένων 的间接宾语(后文由 αὐτῷ 复指并搭配 παρασχούσης);其他众少女的拒绝(τῶν μὲν ἄλλων ἀρνουμένων)与利百加一人的给予(ἐκείνης δὲ παρασχούσης)相对立,以此作为辨别利百加的标记。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.237-1.246