- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.226-1.236
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚伯兰在摩利亚山向以撒说明将其献为燔祭的神命,以撒欣然顺服,但神在千钧一发之际出面制止,赐下公羊代替以撒,并应许其后代无尽的繁盛与福分。
καὶ δύο μὲν ἡμέρας αὐτῷ συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δὲ ὡς κάτοπτον ἦν αὐτῷ τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας μετὰ μόνου τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφʼ οὗ τὸ ἱερὸν Δαβίδης ὁ βασιλεὺς ὕστερον ἱδρύεται.
仆人们随行了他两天;第三天,当山峰进入他的视线时,他将同行者留在平原上,只带着儿子一人来到那座山,日后大卫王便是在这座山上建立了圣殿。
ἔφερον δὲ σὺν αὐτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν πλὴν ἱερείου. τοῦ δʼ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου,1 τί καὶ μέλλοιεν θύειν ἱερείου μὴ παρόντος, τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπʼ αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ.
他们随身携带着除牺牲之外祭祀所需的一切其余之物。以撒当时年方二十五岁,在修筑祭坛时询问在没有牺牲的情况下究竟要献祭何物;亚伯兰回答说,神必会为他们备妥,因为神既能从无有之中为人带来丰裕,也能从自恃拥有之物而骄纵的人手中将其夺去;因此,如果神确实愿以恩宠临格于他的祭礼,神必也会赐给他牺牲。
Ὡς δʼ ὁ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπῆ, λέγει πρὸς τὸν υἱόν· ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδʼ ἐφʼ ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς εἰ σέ τʼ ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλίποιμι.
当祭坛预备妥当、木柴已被码放其上且一切安排就绪时,他对儿子说道: “孩子啊,我曾以无数的祈求向神恳求赐你予我;自你来到人世,对于抚养你,凡我能竭尽心力之事无一不做,且我认为没有比能见你长大成人、并在我临终时留下你作为我权柄的继承人更令我感到幸福的事了。
ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν.
然而,既然出于神的意愿我成为了你的父亲,如今又凭祂的美意我将你交还,你当英勇地承受这场奉献;因为我是将你归让给神,作为祂对我慈悲庇护与相助的回报,神认为如今理当从我们这里获得此等敬意。
ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου,2 μετʼ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρʼ αὐτῷ καθέξοντος· ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος.3
你既然生于世,就不当以凡俗的方式离世,而当由亲生父亲按照祭祀的礼法,被送往万物之父神那里;我想,神正是判定你配得上不因疾病、不因战争、也不因任何常人自然遭遇的苦难而脱离尘世,神必将在祈祷与圣礼之中接纳你的灵魂,并将其留在身旁。而你也为我提供了神来代替你自己,作为我的看护者与养老者——而这本是我抚育你最主要的目的。”
Ἴσακος δέ, πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι, δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν.
以撒——因拥有这样一位父亲的人理当具有高尚的志气——欣然领受了这番话,并表示,如果自己竟敢抗拒神与父亲的决断,不乐意将自己奉献给二者的旨意,那他起初甚至就不配出生,况且即便仅仅是父亲一人作此选择,不予顺从也是不义的;说罢,他便奔向祭坛与屠宰。
κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ·4 βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι.
若非神阻拦其间,此事本已告成;因为神直呼其名唤住亚伯兰,制止他宰杀孩子。神宣称,自己并非因贪恋人血而吩咐他宰杀孩子,亦非欲以如此不虔之事从自己亲手立为父亲的人那里夺走其子,而是意在试验他的心志,看他即使接到这等命令是否仍旧听从顺服。
μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν.
神洞悉了他的热诚与至高的虔敬,悦纳他向自己所奉献的心意,并表示绝不会停止将他及其后裔视为配蒙一切眷顾的对象;他的儿子将享极高寿数,在幸福度过一生后,必将巨大的统领权传给良善且嫡出的子嗣。
προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις.
神还预先宣告,他们的后裔将繁衍为众多民族并获享巨富,作为各族始祖的他们将享有万世的纪念,且在以武力夺得迦南地之后,必令万民欣羡向往。
ταῦτα ὁ θεὸς εἰπὼν κριὸν ἐκ τἀφανοῦς παρήγαγεν αὐτοῖς εἰς τὴν ἱερουργίαν. οἱ δὲ παρʼ ἐλπίδας αὐτοῦ κεκομισμένου καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντό τε ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως ἐφʼ ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς.
神说完这些话,便从隐秘之处为他们引来了一只公羊以供行祭。因它出乎意料地被带来,他们又听闻了如此厚福的应许,便彼此相拥;在献祭完毕后,他们回到了撒拉那里,在神于凡事顺遂其意愿的相助中,安享幸福的生活。
- 1.227τοῦ δʼ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου
属格独立结构,分词 ἔχοντος、κατασκευάζοντος 和 πυθομένου 共同修饰属格名词 τοῦ Ἰσάκου,同时交待了以撒二十五岁的年龄、协助筑坛的动作以及发出的提问。
- 1.230ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν... ἀπαλλαγῆναι τοῦ βίου
οἶμαι 为插入语(“我想”)。κρίναντος αὐτοῦ 为表原因的属格独立结构,支配宾语 σε 与宾格补足语 ἄξιον,不定式 ἀπαλλαγῆναι 则依附于 ἄξιον(“我想,因祂判定你配得上不因……而脱离尘世”)。否定词 μήτε... μήτε 规则地修饰不定式。
- 1.231ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον... τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος
由 εἰμί 的将来时 ἔσῃ 与完成时分词 παρεσχημένος 构成的迂说法将来完成时(“你便将成为……提供了……”)。介词短语 εἰς κηδεμόνα 具有表结果或职能的述语功能(“作为看护者”)。
- 1.233κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ
与过去事实相反的非真实条件句:主句结论由 κἂν(καὶ ἄν)配合不定过去时直陈式 ἐπράχθη 构成(“此事原本已告成”),条件从句则由带否定词 μή 的属格独立结构 μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ(相当于 εἰ μὴ ἔστη,“若非神阻拦其间”)来替代。
