← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.215-1.225

以实玛利被逐与以撒的献祭考验

撒拉要求逐出夏甲与以实玛利,二人在天使护佑下得救,以实玛利日后成为十二个部落之祖;与此同时,神吩咐亚伯兰将至爱的儿子以撒献为燔祭以作试验,亚伯兰毅然顺从前往摩利亚山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.215

Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος.

撒拉起初喜爱从她的女仆夏甲所生的以实玛利,对他的慈爱丝毫不亚于对亲生儿子;因为他是作为领袖地位的继承人受抚养的。但当她自己生下以撒之后,便认为以实玛利不配与他一同受抚养,因为他年纪更长,且在他们的父亲死后有能力作恶行害。

§1.216

ἔπειθεν οὖν τὸν Ἅβραμον εἰς ἀποικίαν ἐκπέμπειν αὐτὸν μετὰ τῆς μητρός. ὁ δὲ κατὰ μὲν ἀρχὰς οὐ προσετίθετο τὴν αὑτοῦ γνώμην οἷς ἡ Σάρρα ἐσπουδάκει πάντων ὠμότατον ἡγούμενος εἶναι παῖδα νήπιον καὶ γυναῖκα ἄπορον τῶν ἀναγκαίων ἐκπέμπειν.

于是她力劝亚伯兰把他和其母一同驱逐到异乡。起初亚伯兰并未赞同撒拉所急于成全之事,认为把一个幼童和一个缺乏生活必需品的妇人赶走乃是最残忍之事。

§1.217

ὕστερον δέ, καὶ γὰρ ὁ θεὸς ἠρέσκετο τοῖς ὑπὸ τῆς Σάρρας προσταττομένοις, πεισθεὶς παρεδίδου τὸν Ἰσμαῆλον τῇ μητρὶ μήπω διʼ αὐτοῦ χωρεῖν δυνάμενον, ὕδωρ τε ἐν ἀσκῷ καὶ ἄρτον φερομένην ἐκέλευεν ἀπιέναι ὁδηγῷ τῇ ἀνάγκῃ χρωμένην.

但后来,因神也悦纳撒拉所吩咐的事,他在被说服后,便将尚不能自立行走的以实玛利交给了母亲,吩咐她带着皮袋装的水和饼离开,以穷困急迫为向导。

§1.218

ὡς δʼ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα,1 ἐν κακοῖς ἦν, ὕδατος δὲ σπανίζοντος ὑπʼ ἐλάτῃ τινὶ θεῖσα τὸ παιδίον ψυχορραγοῦν, ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ,2 προῄει πορρωτέρω.

当她在途中必需品耗尽时,陷入了困境;因水分匮乏,她将气绝垂危的孩子放在一棵枞树下,自己走向更远处,免得在他断气时自己在场。

§1.219

συντυχὼν δʼ αὐτῇ θεῖος ἄγγελος πηγήν τε φράζει παρακειμένην καὶ κελεύει προνοεῖν τῆς ἀνατροφῆς τοῦ παιδίου· μεγάλα γὰρ αὐτὴν ἀγαθὰ περιμένειν ἐκ τῆς Ἰσμαήλου σωτηρίας. ἡ δʼ ἐθάρσησε τοῖς προκατηγγελμένοις καὶ συμβαλοῦσα ποιμέσι διὰ τὴν ἐξ αὐτῶν ἐπιμέλειαν διαφεύγει τὰς ταλαιπωρίας.

一位神的使者遇见了她,指给她附近的一处泉水,吩咐她当留心抚养这孩子;因为因着以实玛利的获救,有巨大的福分正等待着她。她因预先宣布的诺言而振作起来,又遇到牧羊人,借着他们的照料摆脱了艰难困苦。

§1.220

Ἀνδρωθέντι δὲ τῷ παιδὶ γύναιον ἄγεται τὸ γένος Αἰγύπτιον, ἐνθένδε ἦν καὶ αὐτὴ τὸ ἀρχαῖον, ἐξ οὗ παῖδες Ἰσμαήλῳ γίνονται δώδεκα πάντες, Ναβαιώθης Κήδαρος Ἀβδεῆλος Μάσσαμος Μάσμασος Ἰδουμᾶς Μάσμησος Χόδαμος Θέμανος Ἰετοῦρος Νάφαισος Κάδμασος.

孩子长大成人后,母亲为他娶了一个埃及血统的女子为妻,她自己起初也是从那里来的;以实玛利由她共生了十二个儿子:尼拜约、基达、押德别、米比衫、米施玛、度玛、玛撒、哈达、提玛、伊突、拿非施、基低玛。

§1.221

οὗτοι πᾶσαν τὴν ἀπʼ Εὐφράτου καθήκουσαν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν κατοικοῦσι Ναβατηνὴν τὴν χώραν ὀνομάσαντες. εἰσὶ δὲ οὗτοι, οἳ τὸ τῶν Ἀράβων ἔθνος καὶ τὰς φυλὰς ἀπʼ αὐτῶν καλοῦσι διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὸ Ἁβράμου ἀξίωμα.

他们居住在从幼发拉底河直达红海的全部地域,并将这片土地命名为纳巴泰。正是他们因着自身的德行和亚伯兰的尊荣,将自己的名字赋予了阿拉伯民族及其各部落。

§1.222

Ἴσακον δὲ ὁ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προεκαλεῖτο δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς ὁ παῖς ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς.

父亲亚伯兰极其疼爱以撒,因他是独生子,且是在行将就木的晚年因神的恩赐而生给他的。孩子自己也通过修习一切美德、尽心侍奉父母、热心敬拜神,博得了父母更深的善意与宠爱。

§1.223

Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν3 ἐτίθετο. τούτου μέντοι κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν, ὃς διάπειραν αὐτοῦ βουλόμενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας ἐμφανισθεὶς αὐτῷ καὶ πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος, ὡς πολεμίων τε κρείττονα ποιήσειε καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ σπουδῆς ἔχοι καὶ τὸν υἱὸν Ἴσακον, ᾔτει τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον αὐτὸν παρασχεῖν ἐκέλευέ τε εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρησκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ κεχαρισμένον.

亚伯兰将自己的幸福完全寄托在让儿子平安无恙、自己方才离世这一件事上。他确实按照神的旨意达成了此事,而神欲试验他对自己的虔敬,便向他显现,列数了祂所赐予他的一切,说明祂如何使他胜过仇敌,使他借着神的眷顾享有了当下的幸福和儿子以撒,于是要求亚伯兰将这个儿子作为祭物和牺牲献给祂,吩咐他将儿子带上摩利亚山,筑一座坛献为燔祭;因为若他将讨神喜悦之事置于保全骨肉性命之上,便正能以此显明他对神的虔敬。

§1.225

Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον ἅπαντά θʼ ὑπουργεῖν ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς ἂν εὐμενὴς ᾖ, ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφαγῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας, ἐκωλύετο γὰρ ἂν ὑπηρετῆσαι τῷ θεῷ, λαβὼν τὸν Ἴσακον μετὰ δύο οἰκετῶν καὶ τὰ πρὸς τὴν ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος.

亚伯兰判定绝无任何理由违背神,必须顺从侍奉一切,因为凡蒙神恩宠之人,万事皆出于神的摄理;他向妻子隐瞒了神的预言以及自己关于宰杀孩子的意图,甚至未向任何家仆透露——因为若透露便会受阻而无法侍奉神——他带着以撒和两个仆人,将行祭礼所需之物驮在驴上,便向那座山出发了。

语法注3 条
  1. 1.218ὡς δʼ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα

    动词 ἐπιλείπω(缺乏、耗尽)带受格表示匮乏所涉及的人(“在某人处耗尽/遗弃某人”)。此处分词 ἀπιοῦσαν(正在离去的她)为动词的直接宾语,主语是中性复数主格名词 τὰ ἀναγκαῖα(生活必需品)。

  2. 1.218ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ

    分词 παρούσης 为省略了逻辑主语 αὐτῆς 的独立属格结构。它构成了目的从句(ὡς μή 搭配虚拟式 ἀφῇ),意为“免得在她(母亲)在场的情况下孩子断气”。主句主语在此处以属格形式独立补充说明情境。

  3. 1.223τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν

    带冠词不定词 τῷ... ἐξελθεῖν(由介词 ἐν 支配的与格)中嵌入了与主句主语(亚伯兰)一致的主格分词 καταλιπών。 καταλιπών 的直接宾语为 τὸν υἱόν,而 ἀπαθῆ 充当其谓语性受格(“使儿子免受伤害地留下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.215-1.225