← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.182-1.192

神与亚伯兰立约及以实玛利诞生

亚伯兰拒绝了所多玛王的酬赏,神遂与他立约,许诺赐予无数后裔和迦南地。撒拉因未生育而将使女夏甲赐给亚伯兰,夏甲生下以实玛利;随后神向亚伯兰应许撒拉将生以撒,并确立了割礼的盟约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.182

ὁ δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δʼ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο·1 μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δʼ ὁ πρῶτος ἐκαλεῖτο Ἔννηρος καὶ Μαμβρῆς.

所多玛王劝亚伯兰收下战利品,但要求领回人民,因为亚伯兰从亚述人手中解救出来的正是所多玛王的人民。然而亚伯兰说他绝不会这样做,除了已经作为他仆人食物的以外,绝不会让那战利品中的任何其他好处归于自己;不过,他确实分给了与他一同出征的同盟朋友们一份。其中第一位名叫以实各,还有亚勒和幔利。

§1.183

Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν ὁ θεός, ἀλλʼ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι. τοῦ δʼ ὑπολαβόντος καὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετʼ αὐτόν,2 ἔτι γὰρ ἦν ἄπαις, ὁ θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν.3

神称赞了他的德行,说道: “然而你决不会失去因这等善举所当得的奖赏。” 亚伯兰回答说: “在我之后既没有继承之人,这些奖赏还有什么恩典可言呢?”——因为他当时尚无子嗣——于是神向他预告,他必得一个儿子,并且他的后裔极其繁多,以至其数目将与星辰相仿。

§1.184

καὶ ὁ μὲν ταῦτʼ ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ κελευσθεὶς ὑπʼ αὐτοῦ. ἦν δὲ ὁ τρόπος τῆς θυσίας τοιοῦτος· δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών.

亚伯兰听了这话,就照神的吩咐向神献祭。献祭的方式如下:他照神的吩咐将一头三岁的小母牛、一只三岁的小母山羊、一只同样三岁的公绵羊、一只斑鸠和一只雏鸽分开,唯独鸟类一只也没有剖开。

§1.185

εἶτα πρὶν στῆναι τὸν βωμὸν οἰωνῶν ἐφιπταμένων ἐπιθυμίᾳ τοῦ αἵματος φωνὴ θεία παρῆν ἀποσημαίνουσα πονηροὺς αὐτοῦ τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον· ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις.

随后,在祭坛设立之前,飞禽因贪恋鲜血飞落下来时,有神圣的声音传来说明,他的子孙在埃及必将遭遇恶邻长达四百年;在他们中间历经苦难之后,他们必将压倒仇敌,并在战争中战胜迦南人,占有他们的土地与城邑。

§1.186

Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς ἄρσενος παρασχεῖν.

亚伯兰住在被称为俄古革斯的橡树附近——那地方属于迦南,离希伯仑人的城不远——但他因妻子不能受孕而烦恼,便祈求神赐他一个男子的后嗣。

§1.187

τοῦ δὲ θεοῦ θαρσεῖν αὐτὸν παρακελευομένου τοῖς τε ἄλλοις ἅπασιν ὡς ἐπʼ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων,4 Σάρρα τοῦ θεοῦ κελεύσαντος ἐπικλίνει μίαν τῶν θεραπαινίδων Ἀγάρην ὄνομα γένος οὖσαν Αἰγυπτίαν ὡς ἐξ αὐτῆς παιδοποιησομένῳ.

神鼓励他放心,在其余一切事上也当如此,因为神把他从美索不达米亚领出来乃是为着美善的事,而且他也必有子孙;于是撒拉遵照神的吩咐,将她使女中一个名叫夏甲的埃及女子介绍给他,以便借着她生子立后。

§1.188

καὶ γενομένη ἐγκύμων ἡ θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπʼ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν.

这使女怀孕之后,竟敢向撒拉傲慢无礼,俨然以王妃自居,以为统治之权必将归于自己所要生的儿子。当亚伯兰将她交给撒拉任意惩治时,她忍受不住苦难,企图逃跑,并求神怜悯她。

§1.189

ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι· βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν· καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς·

一位神的使者在荒野中迎着前行的夏甲,命令她回到主人那里去;因为只要守住本分,她就会得到更美好的生活;事实上,她现在正是因为对女主人忘恩负义、刚愎自用才落入这般患难的。

§1.190

παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε· τίκτει δὲ μετʼ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι,5 διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας.

使者说,若违抗神的旨意继续往前走,她必将灭亡;但若返回去,她必成为统治那片土地之子的母亲。她顺从了这些话,回到主人那里,得到了宽恕;不久之后,她生下了以实玛利——人们可以称之为“蒙神垂听者”——因为神听允了她的恳求。

§1.191

Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι ὁ προειρημένος ἐγεννήθη, εἰς ἔνατον δʼ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς ὁ θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δʼ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπʼ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου, προσέταξέ τε βουλόμενος τὸ ἀπʼ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω.

亚伯兰已经八十六岁时,上述的儿子出生了;而在他进入第九十九岁时,神向他显现,宣告撒拉将要为他生一个儿子。神吩咐给他起名叫以撒,表明将有大国与君王从他而出,并且他们经过征战,将占领从西顿直到埃及的整个迦南地。神又因希望从他而出的后裔保持不与其他民族混合,便吩咐他们在生殖器上行割礼,并在出生后第八天施行这事。关于我们割礼的缘由,我将在别处说明。

语法注5 条
  1. 1.182οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο

    间接引语中 ἄν 搭配将来时不定词(ἥξειν),表示潜能或推测。随后 πλὴν ὅσα 引出的从句中使用了斜体希求法(γένοιτο),这是受主句过去时动词(ἔφη)影响的间接引语希求法。

  2. 1.183οὐκ ὄντων οἳ διαδέξονται μετʼ αὐτόν

    οὐκ ὄντων 为表示原因的属格绝对构式,其主语为省略先行词的将来时直陈语气关系从句 οἳ διαδέξονται,意为“既然没有将继承他之后的人”。

  3. 1.183ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν

    连词 ὡς 引导间接引语的宾格加不定词构式(τὸν ἀριθμὸν ... ἔσεσθαι),作动词 καταγγέλλει 的内容从句。αὐτῇ 为阴性与格代词,指代前文的 γενεάν;τοῖς ἄστροις 是副词 παραπλησίως 所要求的比较基准与格。

  4. 1.187ὡς ἐπʼ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων

    在表示主观理由的 ὡς 统摄下,由 καί 并列了两种不同格位的分词结构:与直接宾语一致的完成时被动分词宾格(αὐτὸν ... ἠγμένον),以及引入新主语的将来时属格绝对构式(παίδων ἐσομένων)。

  5. 1.190θεόκλυτον ἄν τις εἴποι

    带有 ἄν 的潜能希求法(ἄν ... εἴποι):“人们或可称之为……”。这是作者向希腊语读者解释希伯来语名字“以实玛利(神听见)”词源义(θεόκλυτος,意为“蒙神垂听的”)的插入语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.182-1.192