← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.170-1.181

亚伯兰解救罗得与麦基洗德的祝祷

亚伯兰与罗得分地而居;罗得所居的所多玛诸王反叛亚述军失败,罗得被俘,亚伯兰率家仆夜袭解救了众人,并在归途中受到麦基洗德王的款待与祝祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.170

λαβὼν δʼ αὐτὸς τὴν ὑπʼ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος1 τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ.

亚伯兰自己选取了罗得留下的山麓地带,居住在纳布罗城;此城比埃及的泰尼斯城还要早七年。罗得则占有了朝向平原和约旦河的土地,距所多玛人的城不远;那座城当时十分繁盛,如今却因神的旨意而消失了。其原因我将在适当的地方说明。

§1.171

Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος ὅ τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας.

在那时,亚述人统治着亚洲,所多玛人的国势正处于鼎盛,在财富和众多的青年人口方面都大有增长;有五位国王统治着他们这片土地:巴拉、巴莱亚、西拿班、闪摩博罗斯和伯拉王;他们每人统辖自己的一份属地。

§1.172

ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι.

亚述人出兵攻打他们,将军队分为四队围攻他们;每队各指派了一名将领。交战之后,亚述人获胜,向所多玛人的诸王征收贡赋。

§1.173

δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου.

他们臣服了十二年,忍受并缴纳分派给他们的贡赋,但在第十三年他们背叛了;于是亚述军队渡河前来攻打他们,由阿玛拉普西德、亚略、基大老玛和提达统率。

§1.174

οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης ἡ κοιλὰς ἐκείνη λίμνη γέγονεν ἡ Ἀσφαλτῖτις λεγομένη.

这些人洗劫了整个叙利亚,征服了巨人的后裔,来到所多玛一带,在被称为“沥青井”的山谷中安营扎寨;因为在那个时候,该地有水井存在,但如今由于所多玛人的城池毁灭,那道山谷已变成了被称为阿斯法提提斯(死海)的湖泊。

§1.175

περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετʼ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς.

关于这个湖,我们不久后再作说明;但当所多玛人与亚述人交战且激战发生时,他们中有许多人阵亡,其余的人沦为俘虏,罗得作为所多玛人的盟友前来,也连同被俘带走。

§1.176

Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων.

亚伯兰听闻他们的灾祸,心中立刻对亲族罗得生出恐惧,同时也对身为朋友与邻舍的所多玛人生出同情。

§1.177

καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλʼ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἡ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι2 τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδʼ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δʼ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον.

他决意援助他们,毫不迟疑,迅速进发,在第五天的夜里在但附近突袭亚述人——约旦河的另一个源头正是如此称呼——并且赶在敌人拿起武器之前发动袭击,将在床榻上对灾祸毫无防备的人杀死,而那些尚未入睡却因醉酒而无法战斗的人则四散逃跑。

§1.178

Ἅβραμος δὲ διώκων εἵπετο μέχρι καὶ δευτεραίους συνήλασεν αὐτοὺς εἰς Ὠβὰ τῆς Δαμασκηνῶν γῆς, ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῇ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ, τριακοσίοις καὶ δεκαοκτὼ οἰκέταις αὐτοῦ καὶ τρισὶ φίλοις τοσούτου στρατοῦ περιγενόμενος. ὁπόσοι δὲ αὐτῶν καὶ διέφυγον ἀδόξως ἀνέστρεψαν.

亚伯兰一路追击,跟在后面直到第二天将他们驱赶到了大马士革人境内的何拔;他借此证明了胜利并不在于人多势众,而是参战者的热忱与英勇能压倒一切数量,因为他凭着自己手下的三百一十八名家仆和三位朋友,击败了如此庞大的一支军队。敌人中逃脱的人也颜面扫地地回国了。

§1.179

Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων,3 καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ ὁ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν.

亚伯兰解救了已被亚述人俘获的所多玛俘虏,也救回了亲族罗得,平安归来。所多玛王在一个被称为“王者平原”的地方迎接他。

§1.180

ἔνθα ὁ τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα.

在那里,所吕马(耶路撒冷)的国王麦基洗德接待了他;这个名字意为“公义的王”;公认他确实是这样的人,以致由于这个缘故他也成了神的祭司;然而所吕马后来被称为耶路撒冷。

§1.181

ἐχορήγησε δὲ οὗτος ὁ Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν.

这位麦基洗德向亚伯兰的军队提供了款待的赠礼,并供应了极丰盛的日用所需;在筵席上,他开始既称赞亚伯兰,又称颂那将仇敌交在他手中的神。亚伯兰将战利品的十分之一赠予他,他也接受了这笔赠礼。

语法注3 条
  1. 1.170παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος

    ἔτεσιν ἑπτά 是表示差异程度的与格,修饰比较级 παλαιοτέρα。它与介词短语 πρὸ Τάνιδος(“在泰尼斯之前”)结合,构成“比泰尼斯早七年”之意。

  2. 1.177φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι

    分词 φθάσας(源自动词 φθάνω,“抢先、领先”)与从句 πρὶν ἐν ὅπλοις γενέσθαι(“在拿起武器之前”)连用,作伴随分词修饰主动词 ἀπέκτεινε(“杀死”),表示在时间上抢先于敌人采取行动。

  3. 1.179οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων

    主动不定过去时 ἔφθησαν 与被动分词 ληφθέντες 构成的结构。动词 φθάνω 与分词连用表示动作的抢先或先已发生,此处意为“已被亚述人俘获的(那些人)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.170-1.181