- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.193-1.203
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在亚伯兰一家行割礼后,三位天使来访预告以撒的降生以及所多玛的覆灭。面对所多玛人的暴行,神毁灭了该城,罗得携女逃脱,而回望的罗得之妻化为了盐柱。
πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν ὁ θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρʼ αὐτοῦ καὶ ὁ παῖς Ἰσμαῆλος, οὗ κατʼ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν.1
当亚伯兰也就以实玛利探问他是否能存活时,神指示他将享有长寿,并成为许多大国的父亲。亚伯兰因这些事向神感恩,随即受了割礼,他家中所有的人以及他的儿子以实玛利也都一同受割;在那一天,以实玛利年满十三岁,而他自己已到了第九十九岁。
Ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρʼ αὐτοῦ γενομένων ὠφελειῶν, εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἄλλους ὁμιλίας ἐκτρέπεσθαι.
就在这个时候,所多玛人因其财富的繁盛和丰厚而心高气傲,对人凶暴无礼,对神不敬不虔,以至不再记念从祂所蒙的恩惠,并且排斥外客,避开与他人的交际往来。
χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι.
因此神对这些事大发烈怒,决意因他们的骄傲惩罚他们,不仅要彻底铲除这座城邑,还要将那地毁灭,使之再也不生出任何草木或果实。
Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρʼ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν.
当神就所多玛人定下这旨意时,亚伯兰见到了三位天使——他正坐在幔利橡树旁、自家院门近前——他以为他们是远道而来的行客,便起身迎接问安,并邀请他们在自己那里留宿、领受款待。
ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων,2 ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτʼ εἴη Σάρρα. τοῦ δʼ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην.
见他们点头同意,他立即吩咐用细麦面烤饼,又宰杀了一头牛犊烤好,带给倚卧在橡树下的他们;他们给亚伯兰留下了正在吃喝的印象,并且还询问他的妻子撒拉在何处。当亚伯兰回答说在屋里时,他们说他们日后必会再来,并且会发现她已经成为母亲。
τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δʼ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλʼ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν ὁ εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι.
妇人听见这话暗自发笑,并说生子立后乃是不可能的事,因为她自己已有九十岁,而丈夫已有一百岁了;这时他们不再掩藏身份,而是挑明自己是神的使者,并且一位被差来宣告关于孩子的事,另两位则是来覆灭所多玛人的。
Ταῦτʼ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν3 ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, ὁ μὲν Ἅβραμος ἡσύχασεν·
亚伯兰听了这些话,为所多玛人感到痛心,便起身向神祈求,恳请祂不要将义人善人和恶人一同剿灭。然而神说所多玛人中没有一个善人——因为如果他们中间有十个,祂就免去众人因罪孽当受的惩罚——亚伯兰这才沉默不言。
οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ ὁ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν.
天使们随后抵达所多玛人的城邑,罗得邀请他们接受款待;因为他对外客极其仁爱仁慈,深得亚伯兰善行的真传。但所多玛人一见这几位青年容貌俊美非凡,又借宿在罗得家中,便企图以暴力摧残侮辱他们的青年美色。
τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπʼ αἰσχύνῃ τῶν ξένων, ἀλλʼ ἔχειν αἰδῶ τῆς παρʼ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδʼ οὕτως ἐπείσθησαν.
罗得劝告他们要克制自持,不可前去羞辱客人,倒当尊重他们借宿在自己这里的情分,并说他们若不能自制,他宁愿为了客人们把自己的女儿交出来由着他们的情欲,但他们还是不肯听从。
Ὁ θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών· οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις.
于是神因他们的狂暴妄为而震怒,弄瞎了他们的眼睛,以致他们找不到进屋的门,并判处所多玛人全族毁灭。当神向罗得说明所多玛人行将毁灭之事后,罗得便带着妻子和女儿们(两人仍是处女)离去;因为求婚者们蔑视这次出逃,指斥罗得所说的话乃是荒诞愚妄。
καὶ ὁ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον.4 ἡ δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν· ἱστόρησα δʼ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει.
神降下雷火击打这城,将其连同其中的居民一同焚烧,以同样的火灾将那地毁灭,正如我此前在撰写《犹太战记》时也曾叙述过的那样。然而罗得的妻子在撤离途中屡屡转头回望那座城,并且在神明令禁止不可如此做的情况下,仍好奇窥探其遭际,于是变成了一根盐柱;我曾亲自考察过它,因为至今它仍然存留着。
- 1.193οὗ κατʼ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν
前半句 οὗ ... ἔχοντος 为独立属格结构,其逻辑主语为以实玛利(οὗ),与主句主语 αὐτός(亚伯兰本人)形成对比,分别表明两人当时的年龄。ἔτος ἔχειν/διάγειν 为表达年龄的惯用句式。
- 1.197δόξαν αὐτῷ παρέσχον ἐσθιόντων
分词 ἐσθιόντων 为属格,依附于 δόξαν παρέχειν(给予……的印象/外貌)。此处没有使用与主语一致的主格分词,而是采用属格形式修饰 δόξαν(“给出吃喝之人的外象”),强调其呈现出的外貌表象而非实际动作本身。
- 1.199εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν
间接引语中的条件句,由动词 φήσαντος 统领。结论句采用不定式 συγχωρεῖν(隐含义的主语为神),条件从句的动词则从直接引语中的虚拟语气(或直陈语气)转为希求语气 εἶεν。
- 1.203ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον
作者约瑟夫斯的自述指涉。完成时被动态 λέλεκται 的施动者由与格 μοι 表示,状语分词短语 τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον 在格、性、数上与 μοι 保持一致(“正如我此前撰写《犹太战记》时所述”)。
