- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.157-1.169
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚伯兰因受反对而迁至迦南,其事迹受到贝罗索斯和尼古劳斯等外邦史家的印证。在饥荒期间他前往埃及,以智慧化解危机并向埃及人传授算术与天文学,返回迦南后与罗得和平划分了土地。
διʼ ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτὸν μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν, ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ.
由于这些缘故,迦勒底人及其他美索不达米亚人起而反对他,他便遵照神的旨意与帮助决意迁居,并占有了迦南地;他在那里定居后筑了一座坛,向神献祭。
Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβράμου Βηρωσός, οὐκ ὀνομάζων, λέγων δʼ οὕτως· μετὰ δὲ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.
贝罗索斯也提到了我们的祖先亚伯兰,虽未提及他的名字,但这样写道: “在大洪水后的第十代,迦勒底人中有一位公义而伟大的人,深谙天象之事。”
Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλέον τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· Ἁβράμης ἐβασίλευσεν ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης.
赫卡泰奥斯所做的则不仅是提及;因为他写下了一部关于他的著作留传后世。大马士革的尼古劳斯在《历史》第四卷中这样说: “亚伯兰作了王,他是作为一个外邦人率领军队从巴比伦上游被称为迦勒底人的土地来到此地的。
μετʼ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην νῦν δὲ Ἰουδαίαν μετῴκησε καὶ οἱ ἀπʼ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. τοῦ δὲ Ἁβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται καὶ κώμη δείκνυται ἀπʼ αὐτοῦ Ἁβράμου οἴκησις λεγομένη.
过了不久,他又率领自己的人民离开此地,迁徙到当时被称为迦南、如今被称为犹太的土地上,由他繁衍的众人亦然;关于他们流传的事迹,我将在另一篇记述中详加阐述。甚至在如今,亚伯兰的名字在大马士革地区仍备受尊崇,有一座村庄因他而被指称为‘亚伯兰的居所’。”
Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν.1
后来,饥荒降临犹太地,亚伯兰听说埃及人富足,便急切地想移居到他们那里,既为了分享他们的丰裕,也为了听取祭司们关于神明的言论;因为他打算,若发现他们更高明就跟从他们,若他自己有更好的见识,就引导他们改善。
ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς ὁ βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθʼ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν.
但他带上撒拉同行时,惧怕埃及人对妇女的狂热嗜欲,唯恐国王因妻子的美貌而杀害他,便想出了这样一个计策:他假装是她的兄弟,并教导她也作此伪装,因为这对他们有益。
ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης ὁ βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας.
当他们来到埃及时,事情正如亚伯兰预想的那样发生;因为他妻子的美貌传扬开来。因此,埃及人的国王法老不仅不满足于听闻关于她的传言,更渴望亲眼目睹,竟意欲对撒拉下手。
ἐμποδίζει δὲ αὐτοῦ ὁ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφʼ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα.
然而神以疾病和国中动荡阻挠了他不正当的欲望;当他为解脱灾祸而献祭时,祭司们向他指出,灾祸降临于他乃是出于神的愤怒,因为他想要凌辱这位异乡人的妻子。
ὁ δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος·2 δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπʼ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι.
他大为恐惧,便询问撒拉究竟是谁,带在身边的这个男人又是何人;得知真相后,他向亚伯兰告饶致歉,说明自己本以为她是他的妹妹而非妻子才对她倾心,意在结为姻亲,而非出于情欲冲动行此凌辱;他又赏赐亚伯兰许多财物,亚伯兰遂与埃及人中最博学的人交往,由此他的德行以及随之而来的名望变得更加显赫。
Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε.
因为埃及人喜好各异的风俗,贬低彼此的规条,并因此彼此怀有敌意,亚伯兰便与他们各方接触,驳斥他们就各自习俗所作的高论,指出其空洞无物且无半点真理。
θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι.
因此在交往中,他被他们赞赏为极有智慧的人,不仅善于理解,而且在就其试图讲授的事物发言时极具说服力;他将算术赐予他们,并将天文学传授给他们。
πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτʼ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.
因为在亚伯兰到来之前,埃及人对此一无所知;这些学问乃是从迦勒底人传入埃及,又从那里传入希腊人的。
Ὡς δʼ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρὸς Λῶτον τὴν γῆν τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ νέμοιεν·3 τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ·
当他回到迦南地时,由于双方的牧人为了放牧的土地发生争执,他与罗得瓜分了土地;然而,他把挑选和决定的权利让给了罗得。
- 1.161ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν
此句为跟在 ἦν πρόθυμος(热望……)之后的间接引语未来不定式结构(κατακολουθήσειν 与 μετακοσμήσειν),表达亚伯兰的意图。κρείσσοσιν εὑρεθεῖσι 为条件性分词(“若他们被发现更高明”),作 κατακολουθήσειν 的与格补足语;后半句的主格分词短语 αὐτὸς ἄμεινον φρονῶν 与不定式逻辑主语(亚伯兰)性数格一致,带有条件意味(“若他自己有更好的见识”)。
- 1.165νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος
依赖于主动词 παρῃτεῖτο(为自己辩解/致歉)的间接引语结构。主格分词 νομίζων、βουλόμενος 与 ὡρμημένος 均与说话者法老自身一致,不定式 σπουδάσαι(热切追求)及与其对比的否定部分 ἀλλʼ οὐκ ἐνυβρίσαι... ὡρμημένος(而非冲动凌辱)的逻辑主语亦为法老。
- 1.169τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ νέμοιεν
τῶν ποιμένων... στασιαζόντων 为表示原因的属格独立结构。代词 αὐτοῖς 为关系/从属与格(“对他们而言,[他们的]牧人”)。关系从句中的希求式 νέμοιεν 是在历史时态(μερίζεται 为历史现在时)语境下的斜法希求式(optativus obliquus),间接转述了牧人们关于该在何处放牧的议论与意图。
