- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.147-1.156
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在列举约坍的后代以结束对闪之后裔的叙述后,作者记载了从法勒到亚伯兰的家谱及人类寿命的缩短。随后叙述了亚伯兰的家族关系、他们从迦勒底经哈兰迁至迦南的过程,以及亚伯兰如何通过观察天象和自然运转而得出唯一造物主信仰的思想历程。
Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω.
在希伯的众子中,约坍生了以下诸子:亚勒摩大、沙列、哈萨玛非、耶拉、哈多兰、乌萨、德拉、俄巴录、亚比玛利、示巴、阿斐、哈腓拉和尤巴。这些人自戈芬河起,居住在印度及与其相邻的赛里斯的部分地区。关于闪的后裔,就记述至此。
Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, ᾧ Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο.
现在我将开始叙述关于希伯来人的事迹。希伯之子法勒生了勒友;勒友生沙鹿,沙鹿生子拿鹤;拿鹤生他拉;他拉成了亚伯兰的父亲,亚伯兰是从诺亚算起的第十代,出生于大洪水后第九百九十二年。
Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν· Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος.
因为他拉在七十岁时生了亚伯兰;而拿鹤自己是在一百二十岁时生了他拉;沙鹿大约在一百三十二岁时生了拿鹤;鲁穆斯活到一百三十岁时生了沙鹿;在相同的年岁,法勒也生了鲁穆斯;希伯在一百三十四岁时生了法勒,而他自己是由一百三十岁的沙拉所生,亚法辖则是在一百三十五岁时生了沙拉;对闪而言,亚法辖是在大洪水十二年后出生的儿子。
Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος.
亚伯兰有兄弟拿鹤和哈兰;其中哈兰在迦勒底人中留下了儿子罗得以及女儿撒拉和密迦,死在迦勒底人的一座被称为吾珥的城里,他的坟墓至今仍被指认。他们娶了各自的侄女为妻,拿鹤娶了密迦,亚伯兰娶了撒拉。
Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια· συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθʼ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθʼ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι.
由于他拉因对哈兰的悲痛而厌恶迦勒底,众人迁居至美索不达米亚的哈兰,他拉在活了二百零五岁去世后,他们也将其安葬于彼处;因为人类的寿命当时已在逐渐缩短,直至摩西出生前一直越来越短,自摩西之后寿命的界限是一百二十岁,神所规定的年岁正是摩西所度过的年岁。
Ναχώρῃ μὲν οὖν ἐκ τῆς Μελχᾶς ὀκτὼ παῖδες ἐγένοντο, Οὖξος Βαοῦξος Μαουῆλος Ζάχαμος Ἀζαοῦος Ἰαδελφᾶς Ἰαδαφᾶς Βαθουῆλος· οὗτοι μὲν Ναχώρου παῖδες γνήσιοι· Ταβαῖος γὰρ καὶ Γάδαμος καὶ Τααῦος καὶ Μαχᾶς ἐκ Ῥούμας παλλακῆς αὐτῷ γεγόνασι. Βαθουήλῳ δὲ τῶν Ναχώρου γνησίων παίδων γίνεται Ῥεβέκκα θυγάτηρ καὶ Λάβανος υἱός.
拿鹤由密迦生了八个儿子:乌斯、布斯、基母利、基薛、哈琐、拔达、益拉和彼土利;这些是拿鹤的嫡出子嗣;因为他由妾流玛还生了提八、迦含、他辖和玛迦。在拿鹤的嫡出儿子中,彼土利生了女儿利百加和儿子拉班。
Ἅβραμος δὲ Λῶτον τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱὸν τῆς δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφὸν εἰσεποιήσατο γνησίου παιδὸς ἀπορῶν καὶ καταλείπει τὴν Χαλδαίαν ἑβδομήκοντα καὶ πέντε γεγονὼς ἔτη τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναναίαν μετελθεῖν, ἐν ᾗ κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλιπε δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις περί τε ὧν εἰκάσειεν οὐ διαμαρτάνων.
亚伯兰由于缺少嫡子,便收养了其兄哈兰之子、其妻撒拉之兄罗得为养子;他在七十五岁时遵照神的命令离开迦勒底,前往迦南地,他在那里定居并将其留给后代;他善于理解一切事物,对听者极具说服力,并且在他所推测的事情上从不出错。
διὰ τοῦτο καὶ φρονεῖν μεῖζον ἐπʼ ἀρετῇ τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καινίσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα, τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ κατὰ προσταγὴν τὴν τούτου παρέχειν ἕκαστον καὶ οὐ κατʼ οἰκείαν ἰσχύν.
因此,他不仅在美德上比常人怀有更崇高的见识,而且决定革新并改变人人所持有的关于神的观念。于是他是第一个敢于宣称创造万物的神只有一位的人,其余事物若对幸福有所贡献,各自都是依照祂的命令而非凭借自身固有的力量所提供的。
εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι1 τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατʼ οὐρανὸν συμβαίνουσι· δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν,2 ᾧ καλῶς ἔχει μόνῳ τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν.
这些推论乃是根据大地和海洋所经历的变异、关于太阳和月亮的现象以及天空中发生的一切事情得出的;因为他看出,即便它们本具有照料自身秩序的力量,它们显然也缺乏这种力量,甚至在配合造福我们的事物上,它们也不是凭自身的权能行事,而是依照发命令者的力量在服役;理当唯独向这位发命令者归予荣耀与感恩。
- 1.156εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι
εἰκάζεται 是第三人称单数现在时被动态(或中间态),意为“这些推论乃是根据……得出的”,其后接的与格短语 τοῖς ... παθήμασι 作方式或根据与格(instrumental dative),表示推论所依据的经验现象。这表明前文亚伯兰关于唯一创造主的神学主张是基于对自然现象的观察而推理得出的。
- 1.156δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν
此句为嵌套在间接引语(对格不定式结构)中的严密论证长句。前半部的独立属格 δυνάμεως ... παρούσης 带有反事实的让步意味(“即便它们本具有照料自身秩序的力量”)。与此形成转折的主干是不定式短语 ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι(“它们显然缺乏这种力量”),其后引出平行的不定式 ὑπουργεῖν(“服役”),由否定与肯定的对比(μηδʼ ... κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν)构成,旨在论证天体与自然并非依凭自身神力运转,而是顺从最高主宰的命令。
