← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.134-1.146

迦南后裔与诺亚之诅咒及闪的谱系

记述了迦南、古实、麦斯拉莫斯及迦南后裔所建立的各民族与城镇,继而叙述了诺亚醉酒、对迦南的诅咒,以及闪的后裔及其定居疆域。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.134

Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπʼ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρʼ Ἕλλησιν· οἰκίζει δὲ καὶ Σαβάκτας Σαβακτηνούς· Ῥάμος δὲ Ῥαμαίους ᾤκισε καὶ δύο παῖδας ἔσχεν, ὧν Ἰουδάδας μὲν Ἰουδαδαίους Αἰθιοπικὸν ἔθνος τῶν ἑσπερίων οἰκίσας ἐπωνύμους αὐτῷ κατέλιπε, Σαβαίους δὲ Σαβαῖος· Ναβρώδης δὲ Χούσου υἱὸς ὑπομείνας παρὰ Βαβυλωνίοις ἐτυράννησεν, ὡς καὶ πρότερόν μοι δεδήλωται.

而迦南作为含的第四子,定居在如今被称为犹太的土地上,并以他自己的名字称之为迦南。在他们之中,古实生了六个儿子,其中示巴建立了示巴人,哈腓拉建立了哈腓拉人——他们如今被称为该图利人,撒弗他建立了撒弗他人,他们被希腊人称为阿斯塔巴罗伊人;撒弗提迦亦使撒弗提迦人定居;拉玛使拉玛人定居并生了两个儿子,其中底但使底但人(一支西方的埃塞俄比亚民族)定居,使他们以自己为名留存下来,示巴则留下了示巴人;而古实的儿子宁录留在了巴比伦人之中施行专制统治,正如我此前已经说明的那样。

§1.136

τῶν δὲ Μεσραίου παίδων ὀκτὼ γενομένων οἱ πάντες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου γῆν κατέσχον, μόνου δὲ Φυλιστίνου τὴν ἐπωνυμίαν ἡ χώρα διεφύλαξε· Παλαιστίνην γὰρ οἱ Ἕλληνες αὐτοῦ τὴν μοῖραν καλοῦσι.

麦斯拉莫斯生了八个儿子后,他们全体占有了从加沙直至埃及的土地,但该地区仅保留了非利士人一人的称号;因为希腊人称他的领地为巴勒斯坦。

§1.137

τῶν δὲ ἄλλων,1 Λουμαίου καὶ Ἀναμία καὶ Λαβίμου τοῦ μόνου κατοικήσαντος ἐν Λιβύῃ καὶ ὧδε τὴν χώραν ἀπʼ αὐτοῦ καλέσαντος, Νεδέμου τε καὶ Πεθρωσίμου καὶ Χεσλοίμου καὶ Χεφθώμου πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν· ὁ γὰρ Αἰθιοπικὸς πόλεμος, περὶ οὗ δηλώσομεν ὕστερον, ἀναστάτους αὐτῶν τὰς πόλεις ἐποίησεν.

至于其他人——路低人、亚拿米人,以及唯一在利比亚定居并因此以他命名该地的利哈比人,还有拿弗土希人、帕斯鲁细人、迦斯路希人和迦斐托人——除了名字之外我们一无所知;因为我们稍后将说明的埃塞俄比亚战争,使他们的城市沦为废墟。

§1.138

ἐγένοντο δὲ καὶ Χαναναίου παῖδες, Σιδώνιος, ὃς καὶ πόλιν ἐπώνυμον ἔκτισεν ἐν τῇ Φοινίκῃ, Σιδὼν δʼ ὑφʼ Ἑλλήνων καλεῖται· Ἀμαθοῦς δὲ Ἀμάθουν κατῴκισεν, ἥτις ἔστι καὶ νῦν ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀμάθη καλουμένη, Μακεδόνες δʼ αὐτὴν Ἐπιφάνειαν ἀφʼ ἑνὸς τῶν ἐπιγόνων ἐπωνόμασαν· Ἀρουδαῖος δὲ Ἄραδον τὴν νῆσον ἔσχεν· Ἀρουκαῖος δὲ Ἄρκην τὴν ἐν τῷ Λιβάνῳ.

迦南亦生了儿子们:西顿在腓尼基建立了一座以他同名的城市,被希腊人称为西顿;阿马图斯建立了阿马图斯,此城至今仍被当地人称为阿马特,但马其顿人以其后继者之一将其命名为埃庇法尼亚;阿尔瓦德人占领了阿尔瓦德岛;阿尔基人占领了黎巴嫩的阿尔克。

§1.139

τῶν δὲ ἄλλων ἑπτά, Εὐαίου Χετταίου Ἰεβουσαίου Ἀμορραίου Γεργεσαίου Σειναίου Σαμαραίου, πλὴν τῶν ὀνομάτων ἐν ταῖς ἱεραῖς βίβλοις οὐδὲν ἔχομεν· Ἑβραῖοι γὰρ αὐτῶν ἀνέστησαν τὰς πόλεις ἐκ τοιαύτης αἰτίας ἐν συμφορᾷ γενομένας·

至于其余七人——希未人、赫人、耶布斯人、亚摩利人、革迦撒人、西尼人、撒玛利亚人——除了圣书中的名字外,我们一无所得;因为希伯来人毁灭了他们的城市,这些城市是因如下原因而遭遇灾祸的:

§1.140

Νῶχος μετὰ τὴν ἐπομβρίαν τῆς γῆς κατασταθείσης εἰς τὴν αὐτῆς φύσιν ἐπʼ ἔργα χωρεῖ καὶ καταφυτεύσας αὐτὴν ἀμπέλοις, ἡνίκα τοῦ καρποῦ τελεσφορηθέντος καθʼ ὥραν ἐτρύγησε καὶ παρῆν εἰς χρῆσιν ὁ οἶνος, θύσας ἐν εὐωχίαις ἦν.

大洪水之后,大地恢复了其自然状态,诺亚开始从事耕作,并在地里栽种葡萄;当果实在适宜的季节成熟并被采摘、葡萄酒可供饮用时,他献祭之后便沉浸在宴乐中。

§1.141

μεθυσθεὶς δὲ εἰς ὕπνον καταφέρεται καὶ γεγυμνωμένος παρακόσμως ἔκειτο. θεασάμενος δὲ αὐτὸν ὁ νεώτατος τῶν παίδων τοῖς ἀδελφοῖς ἐπιγελῶν δείκνυσιν· οἱ δὲ περιστέλλουσι τὸν πατέρα.

他喝醉后便沉入睡眠,赤身裸体、不成体统地躺着。最小的儿子看见了他,便嘲弄着指给兄弟们看;但他们却遮盖了父亲。

§1.142

καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν ὁ θεός.2 καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν.

诺亚察觉后,便为其余的儿子祈求福祉;至于含,由于血缘关系,诺亚并未诅咒他本人,而是诅咒了他的后代;在其他人逃脱诅咒的同时,神对迦南的子孙进行了追究与惩罚。关于这些事,我们将在后文中叙述。

§1.143

Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατʼ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπʼ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν· Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε.

诺亚的第三子闪生了五个儿子,他们以幼发拉底河为起点,一直居住到印度洋沿岸的亚细亚。以拦留下了以拦人,他们是波斯人的始祖;亚述建立了尼尼微城,并将臣民命名为亚述人,他们极其繁荣昌盛;亚法辖统治了如今被称为迦勒底人的人,并将其命名为亚法辖人;亚兰占领了亚兰人,希腊人称他们为叙利亚人;路德建立了如今被称为吕底亚人、当时被称为路德人的人。

§1.145

τῶν δὲ Ἀράμου παίδων τεσσάρων ὄντων Οὔσης μὲν κτίζει τὴν Τραχωνῖτιν καὶ Δαμασκόν, μέση δʼ ἐστὶ τῆς Παλαιστίνης καὶ κοίλης Συρίας· Ἀρμενίαν δὲ Ὄτρος, καὶ Γεθέρης Βακτριανούς, Μήσας δὲ Μησαναίους, Σπασίνου Χάραξ ἐν τοῖς νῦν καλεῖται.

在亚兰的四个儿子中,乌斯建立了特拉科尼提斯和大马士革,该地位于巴勒斯坦和柯里叙利亚之间;乌勒建立了亚美尼亚,基帖建立了巴克特里亚人,玛施建立了玛施人,该地如今被称为斯帕西努·卡拉克斯。

§1.146

Ἀρφαξάδου δὲ παῖς γίνεται Σάλης, τοῦ δὲ Ἕβερος, ἀφʼ οὗ τοὺς Ἰουδαίους Ἑβραίους ἀρχῆθεν ἐκάλουν· Ἕβερος δὲ Ἰούκταν καὶ Φάλεγον ἐγέννησεν· ἐκλήθη δὲ Φάλεγος, ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται·3 φαλὲκ γὰρ τὸν μερισμὸν Ἑβραῖοι καλοῦσιν.

亚法辖生子沙拉,沙拉生希伯,自古以来人们便因他而称犹太人为希伯来人;希伯生约坍和法勒;他被命名为法勒,是因为他出生于居住地分配之时;因为希伯来人称分割为“法勒克”。

语法注3 条
  1. 1.137τῶν δὲ ἄλλων

    关系属格(表示提及的范围),与后文列举的人名同格,统领于“πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν”(“至于其他人……除了名字外我们一无所知”)。

  2. 1.142τοὺς Χαναναίου παῖδας μέτεισιν ὁ θεός

    及物动词 μέτειμι 接宾格(τοὺς Χαναναίου παῖδας),在此处意为“追讨(罪责)”、“惩罚”。

  3. 1.146ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται

    现在时直陈式 τίκτεται 用作历史现在时,生动表示过去的诞生事件;介词 κατά 在此表时间(“在……之时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.134-1.146