← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.123-1.133

雅弗与含的后裔建立的各民族及其定居地

叙述了挪亚之子雅弗和含的后裔对各民族的建立与定居,解释了塞姆语专名与希腊语称呼的对应关系,以及希伯来专名被希腊化的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123

τοὺς γὰρ νῦν ὑφʼ Ἑλλήνων Γαλάτας καλουμένους, Γομαρεῖς δὲ λεγομένους, Γόμαρος ἔκτισε. Μαγώγης δὲ τοὺς ἀπʼ αὐτοῦ Μαγώγας ὀνομασθέντας ᾤκισεν, Σκύθας δὲ ὑπʼ αὐτῶν προσαγορευομένους.

事实上,如今被希腊人称为加拉太人、当时被称为戈马尔人的,是由戈马尔所建立。玛各则定居了以他命名的玛各人,他们被他们〔希腊人〕称为斯基泰人。

§1.124

τῶν δὲ Ἰαφθᾶ παίδων Ἰαυάνου καὶ Μάδου ἀπὸ μὲν τούτου Μαδαῖοι γίνονται ἔθνος, οἳ πρὸς Ἑλλήνων Μῆδοι κέκληνται, ἀπὸ δὲ Ἰαυάνου Ἰωνία καὶ πάντες Ἕλληνες γεγόνασι. κατοικίζει δὲ καὶ Θεοβήλους Θεόβηλος, οἵτινες ἐν τοῖς νῦν Ἴβηρες καλοῦνται.

在雅弗的儿子雅完和玛代中,从后者衍生出玛代人这一民族,他们被希腊人称为米底人;从雅完则衍生出爱奥尼亚以及全体希腊人。托伯尔亦定居了托伯尔人,如今他们被称为伊比利亚人。

§1.125

καὶ Μεσχῆνοι δὲ ὑπὸ Μέσχου κτισθέντες Καππάδοκες μὲν ἄρτι κέκληνται, τῆς δὲ ἀρχαίας αὐτῶν προσηγορίας σημεῖον δείκνυται· πόλις γάρ ἐστι παρʼ αὐτοῖς ἔτι καὶ νῦν Μάζακα, δηλοῦσα τοῖς συνιέναι δυναμένοις οὕτως ποτὲ προσαγορευθὲν πᾶν τὸ ἔθνος. Θείρης δὲ Θείρας μὲν ἐκάλεσεν ὧν ἦρξεν, Ἕλληνες δὲ Θρᾷκας αὐτοὺς μετωνόμασαν.

由梅谢斯建立的梅谢尼人如今被称为卡帕多细亚人,但他们古老名称的痕迹依然可见:因为在他们那里至今仍有一座名为马扎卡的城市,向能领会的人清楚表明整个民族曾经也是如此被称呼的。提拉斯将他所统治的人称为提拉斯人,而希腊人则将他们改名为色雷斯人。

§1.126

καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι1 Φρύγες ὠνομάσθησαν.

雅弗之子所定居的民族便有这么多。戈马尔生了三个儿子后,阿斯卡纳克斯定居了阿斯卡纳克斯人,他们如今被希腊人称为雷吉诺伊人;利法特建立了被称为帕夫拉戈尼亚人的利法特人;图格拉梅斯则建立了图格拉梅斯人,后依希腊人的意向被命名为弗里吉亚人。

§1.127

Ἰαυάνου δὲ τοῦ Ἰάφθου τριῶν καὶ αὐτοῦ παίδων γενομένων Ἁλισᾶς μὲν Ἁλισαίους ἐκάλεσεν ὧν ἦρχεν, Αἰολεῖς δὲ νῦν εἰσι, Θάρσος δὲ Θαρσεῖς· οὕτως γὰρ ἐκαλεῖτο τὸ παλαιὸν ἡ Κιλικία. σημεῖον δέ· Ταρσὸς γὰρ παρʼ αὐτοῖς τῶν πόλεων ἡ ἀξιολογωτάτη καλεῖται μητρόπολις οὖσα τὸ ταῦ πρὸς τὴν κλῆσιν ἀντὶ τοῦ θῆτα μεταβαλόντων.2

雅弗之子雅完自己亦生了三个儿子,哈利萨斯将他所统辖之人称为哈利萨斯人,如今他们便是埃俄罗斯人;塔尔索斯〔将他所统辖之人称为〕塔尔索斯人,因为古时基利家便是如此被称呼的。其证据如下:他们诸城中最显赫的大都市被称为塔尔苏斯,因为人们在发音时将西塔变成了塔乌。

§1.128

Χέθιμος δὲ Χέθιμα τὴν νῆσον ἔσχε, Κύπρος αὕτη νῦν καλεῖται, καὶ ἀπʼ αὐτῆς νῆσοί τε πᾶσαι καὶ τὰ πλείω τῶν παρὰ θάλατταν Χέθη ὑπὸ Ἑβραίων ὀνομάζεται· μάρτυς δέ μου τῷ λόγῳ μία τῶν ἐν Κύπρῳ πόλεων ἰσχύσασα τὴν προσηγορίαν φυλάξαι· Κίτιον γὰρ ὑπὸ τῶν ἐξελληνισάντων αὐτὴν καλεῖται μηδʼ οὕτως διαφυγοῦσα τοῦ Χεθίμου τὸ ὄνομα. Ἰαφθᾶ μὲν δὴ παῖδές τε καὶ υἱωνοὶ τοσαῦτα ἔσχον ἔθνη.

凯蒂莫斯占领了凯蒂玛岛,该岛如今被称为塞浦路斯,自此岛起,所有岛屿以及大部分沿海地区都被希伯来人称为凯蒂姆;我这一说法的见证者便是塞浦路斯岛上能够保留该称呼的一座城市:因为那些将其希腊化的人称其为基提翁,即便是这样,也并未完全脱离凯蒂莫斯之名。雅弗的子孙占有了如此之多的民族。

§1.129

ὃ δʼ ἴσως ὑφʼ Ἑλλήνων ἀγνοεῖται, τοῦτο προειπὼν τρέψομαι πρὸς τὴν ἀφήγησιν ὧν κατέλιπον. τὰ γὰρ ὀνόματα διὰ τὸ τῆς γραφῆς εὐπρεπὲς ἡλλήνισται πρὸς ἡδονὴν τῶν ἐντευξομένων· οὐ γὰρ ἐπιχώριος ἡμῖν ὁ τοιοῦτος αὐτῶν τύπος, ἀλλʼ ἕν τε αὐτῶν σχῆμα καὶ τελευτὴ μία, Νῶχός τέ τοι Νῶε καλεῖται καὶ τοῦτον τὸν τύπον ἐπὶ παντὸς τηρεῖ σχήματος.3

在预先说明了一件希腊人或许不知晓的事之后,我将转入对之前搁置之事的叙述。这些名字为了文字的典雅以及取悦读者,已被希腊化;因为这种形式对我们而言并非本土所有,我们的名字形式单一且词尾单一;例如诺亚本被称为“挪亚”,并在每一种格的变化中都保持这一形式。

§1.130

Οἱ δὲ Χάμου παῖδες τὴν ἀπὸ Συρίας καὶ Ἀμάνου καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο καταλαβόντες καὶ τὰ μέχρι τοῦ ὠκεανοῦ ἐξιδιωσάμενοι· αἱ μέντοι προσηγορίαι τῶν μὲν καὶ παντελῶς ἐξίτηλοι γεγόνασιν, ἐνίων δὲ μεταβαλοῦσαι καὶ μεταρρυθμισθεῖσαι πρὸς ἑτέρας δύσγνωστοι τυγχάνουσιν, ὀλίγοι δὲ οἱ φυλάξαντες ἀκεραίους τὰς προσηγορίας ὑπάρχουσι.

含的儿子们占有了从叙利亚以及阿马努斯和黎巴嫩山脉延伸的土地,占领了其中所有面朝大海的部分,并将直至大洋的地区据为己有;然而,有些民族的称呼已完全泯灭,另有一些发生改变并转变为其他称呼而难以辨识,只有少数民族完好无损地保留了其名称。

§1.131

τεσσάρων γὰρ Χάμου παίδων γενομένων Χουσαῖον μὲν οὐδὲν ἔβλαψεν ὁ χρόνος· Αἰθίοπες γὰρ ὧν ἦρξεν ἔτι καὶ νῦν ὑπὸ ἑαυτῶν τε καὶ τῶν ἐν τῇ Ἀσίᾳ πάντων Χουσαῖοι καλοῦνται.

因为在含生了四个儿子后,岁月对库施毫无损害;因为他所统治的埃塞俄比亚人至今仍被他们自己以及全亚洲的人称为库施人。

§1.132

ἐτηρήθη δὲ καὶ Μερσαίοις ἡ κατὰ τὴν προσηγορίαν μνήμη· τὴν γὰρ Αἴγυπτον Μέρσην καὶ Μερσαίους τοὺς Αἰγυπτίους ἅπαντες οἱ ταύτῃ καλοῦμεν. ἔκτισε δὲ καὶ Φούδης τὴν Λιβύην Φούτους ἀπʼ αὐτοῦ καλέσας τοὺς ἐπιχωρίους.

麦西人关于名称的记忆亦得以保留;因为居住在此地的我们所有人均称埃及为麦西,称埃及人为麦西人。普特亦建立了利比亚,以他自己的名字称当地居民为普特人。

§1.133

ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ ὃ νῦν αὐτῇ ἐστιν ὄνομα4 ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου· μετʼ οὐ πολὺ δʼ ἐροῦμεν τὴν αἰτίαν, διʼ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε.

在摩尔人的土地上亦有一条以此为名的河流,由此可见大多数希腊史家都提及了该河以及邻近被称为普特的土地。然而它如今所具有的名字,是因麦斯拉莫斯之子中名为利比斯的那位而改变的;不久之后,我们将说明此地何以亦被称为阿非利加的原因。

语法注4 条
  1. 1.126δόξαν Ἕλλησι

    这是由无人称动词 δοκεῖ 的过去分词中性单数宾格构成的宾格绝对结构,意为“依希腊人所认为好的”或“依希腊人的意向”。与格 Ἕλλησι 表示判断的主体。

  2. 1.127μεταβαλόντων

    这是一个逻辑主语(当地居民)未明确写出的属格绝对结构。短语 τὸ ταῦ... ἀντὶ τοῦ θῆτα 作其直接宾语(“以塔乌代替西塔”),将语音转变解释为说话者的行为。

  3. 1.129ἐπὶ παντὸς τηρεῖ σχήματος

    名词 σχῆμα 在此指语法上的“格”或“词形变化”,与支配属格的介词 ἐπί 连用表示“在每一种格中”。此处借用希腊语语法术语解释了希伯来语专名不发生格变化、无屈折的特点。

  4. 1.133μετέβαλε δὲ ὃ νῦν αὐτῇ ἐστιν ὄνομα

    主语为关系代词分句 ὃ νῦν αὐτῇ ἐστιν ὄνομα(“它如今所具有的名字”),与作不及物动词用法的 μετέβαλε(“发生了改变”)搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.123-1.133