← 弗拉维奥·约瑟夫斯

犹太古史

§1.112-1.122

巴别塔的建造与变乱语言及诸族分散

在内布罗德(宁录)的煽动下,人们反抗神并建造巴别塔,但神变乱其语言将他们分散到全地,随后挪亚诸子(如雅弗)的后裔定居于各地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.112

προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατʼ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν,1 ἵνα διαιρεθέντες εὐεπιχειρητότεροι γένωνται.

他们不仅违背神的旨意,甚至还猜疑神促使他们分迁殖民是出于图谋,好使他们分散之后更容易受到攻击。

§1.113

Ἐξῆρέ τε αὐτοὺς πρός τε ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Ναβρώδης, ὃς υἱωνὸς μὲν ἦν Χάμου τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος· ἔπειθεν οὖν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ διʼ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι, καὶ περιίστα δὲ κατʼ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας.

挪亚之子含的孙子内布罗德煽动他们去亵慢与轻视神;他为人胆大且武力过人。因此他劝说他们不要将自身的福祉归因于神,而应认为是他们自己的美德为他们提供了这些;并且他逐渐将政事转变为专制统治,认为唯有让人类始终依靠他的力量,才能使他们摆脱对神的敬畏;他还扬言,若是神再想用水淹没大地,他必向神复仇;因为他将建造一座比水所能上涨的高度还要高的塔,并要为先祖的覆灭报仇雪恨。

§1.115

Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Ναβρώδου ἕπεσθαι δόγμασι δουλείαν ἡγούμενοι τὸ εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν οὐδὲν ἀπολείποντες σπουδῆς οὐδὲ πρὸς τὸ ἔργον ὀκνηρῶς ἔχοντες· ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχειρίας.

民众热切地听从内布罗德的主张,认为顺从神乃是奴役,于是他们全力以赴建造那塔,既不吝惜心力,对工程也毫无迟疑;由于人手众多,塔身增高之速超乎常人的预料。

§1.116

τὸ μέντοι πάχος ἦν ἰσχυρὸν τοσοῦτον, ὥσθʼ ὑπʼ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος.2 ᾠκοδομεῖτο δὲ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας αὐτοὺς ὁρῶν ὁ θεὸς ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδʼ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν,3 εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πολυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι.

然而其厚度如此坚固,以至于在观看者眼中,其高度反而因厚度而显得缩短了。塔是用烤砖砌成,并以沥青粘合,以防塌解。神见他们如此狂妄,并未判定将他们彻底消灭,因为他们甚至未曾因最初灭绝之人的下场而学会收敛;神反而使他们各操异种语言,并因言语杂多而使他们彼此无法相通,从而将他们投入纷争之中。他们建塔的那个地方如今被称为巴比伦,这是因为原本清晰的语言在此发生了混乱;因为希伯来人称混乱为“巴别”。

§1.118

περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα λέγουσα οὕτως· πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι διʼ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.

关于此塔以及人类语言的各异,西比拉也曾提及,其言如下: “当所有人语言相同之时,有些人建造了一座极高的塔,想要借此升到天上。然而众神降下大风推翻了那塔,并赐予每个人独特的语言;因此这城遂被称为巴比伦。”

§1.119

περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σεναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· τῶν δὲ ἱερέων τοὺς διασωθέντας τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας εἰς Σεναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν.

关于巴比伦尼亚地区所谓的示拿平原,赫斯提埃乌斯亦曾提及,其言如下: “那些幸存的祭司带着战神宙斯的圣物,来到了巴比伦尼亚的示拿。”

§1.120

Σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ἀλλογλωσσίας τὰς ἀποικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν καὶ εἰς ἣν αὐτοὺς ἦγεν ὁ θεός, ὡς πληρωθῆναι πᾶσαν αὐτῶν ἤπειρον μεσόγεών τε καὶ παράλιον· εἰσὶ δʼ οἳ καὶ περαιωσάμενοι ναυσὶ τὰς νήσους κατῴκησαν.

此后,他们因语言各异而从那里四散到各方殖民,各自占领了他们所遇见的土地以及神所引领他们前往之处,以至于整个大陆,无论是内陆还是沿海,都被他们所布满;亦有人乘船渡海,定居于各岛屿之上。

§1.121

καὶ τῶν ἐθνῶν ἔνια μὲν διασώζει τὰς ὑπὸ τῶν κτισάντων κειμένας προσηγορίας, ἔνια δὲ καὶ μετέβαλεν, οἱ δὲ καὶ πρὸς τὸ σαφέστερον εἶναι δοκοῦν τοῖς παροικοῦσι τροπὴν ἔλαβον. Ἕλληνες δʼ εἰσὶν οἱ τούτου καταστάντες αἴτιοι· ἰσχύσαντες γὰρ ἐν τοῖς ὕστερον ἰδίαν ἐποιήσαντο καὶ τὴν πάλαι δόξαν καλλωπίσαντες τὰ ἔθνη τοῖς ὀνόμασι πρὸς τὸ συνετὸν αὐτοῖς καὶ κόσμον θέμενοι πολιτείας ὡς ἀφʼ αὑτῶν γεγονόσιν.

这些民族中,有的至今仍保留着建立者所赋予的名称,有的已经改变,还有的为了便于周围邻人理解而作了转变。希腊人则是造成这一转变的始作俑者;因为他们在后世强盛之后,便将古代的荣耀也据为己有,用符合他们自己理解的名称来修饰各民族,并为其确立城邦政制,仿佛这些民族皆源自他们自身一样。

§1.122

Ἦσαν δὲ τῶν Νώχου παίδων υἱοί, ὧν ἐπὶ τιμῇ τοῖς ἔθνεσι τὰ ὀνόματα ἐπετίθεσαν οἱ γῆν τινα καταλαβόντες. Ἰαφθᾶ μὲν οὖν τοῦ Νώχου παιδὸς ἦσαν ἑπτὰ υἱοί. κατοικοῦσι δὲ οὗτοι ἀπὸ Ταύρου καὶ Ἀμάνου τῶν ὀρῶν ἀρξάμενοι καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων γῆν ἣν ἔτυχον καταλαμβάνοντες, καὶ μηδενὸς προκατῳκηκότος τὰ ἔθνη τοῖς αὑτῶν ἐκάλουν ὀνόμασιν.

挪亚诸子又有众子,那些占领某片土地的人便以他们的名字命名各民族以示尊荣。挪亚之子雅弗有七个儿子。他们从托罗斯山脉与阿马努斯山脉起定居,在亚洲推进至塔奈斯河,在欧洲则远达加代拉,占领了他们所遇见的土地;由于此前无人居住,他们遂用自己的名字来称呼那些民族。

语法注3 条
  1. 1.112προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατʼ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν

    动词 προστίθημι 统辖与格 τῷ παρακούειν 与冠词不定词宾格短语 τὸ ... ὑπονοεῖν(意为“在违抗……之外,甚至加上猜疑……”)。在由 ὑπονοεῖν 引出的宾格不定词短语(εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν)中,上下文中的“神”是 παρορμᾶν 的逻辑主语。

  2. 1.116μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος

    μειοῦσθαι 用作被动态(或表示“显得缩短”的中动态结果意义)。与格分词 τοῖς ὁρῶσι 为判断者与格(关系与格),表明在“观看者眼中”,其高度(相对于厚度而言)显得有所缩减。

  3. 1.116ὅτι μηδʼ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν

    在表示原因的 ὅτι 从句中,希求法 σωφρονισθεῖεν 是紧跟过去时主动词(οὐκ ἔκρινεν)的间接引语希求法(optativus obliquus),以间接语气表现神内心的主观判断与理由,而非客观事实叙述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.112-1.122