- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.53.1-36.53.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培将祖传领地归还给老提格兰,仅将索菲尼封给无礼的儿子;在围绕国库珍宝发生纷争且儿子图谋逃跑后,庞培将其拘禁,并与老王确立了同盟关系。
δεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα1 τοῦ Πομπηίου) οὔθʼ ὑπανέστη τῷ πατρὶ οὔτʼ ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν. ὅθεν ὑπό γε τοῦ Πομπηίου μάλιστα ἐμισήθη.
邀请他共进晚餐;然而儿子(坐在庞培的另一侧)既未起身迎接父亲,也未以任何方式向他致意,甚至在受邀赴宴时也未到场。因此,他遭到了庞培极大的厌恶。
τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπʼ αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳ τὴν Σωφανηνὴν μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμφεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτὼν (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται)2 ἠγανάκτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦ πάντα σφᾶς δοῦναι ἐκέλευσεν. ἐπειδή τε μήθʼ ὑπήκουσαν, λέγοντες τὸν νεανίσκον, οὗπερ ἡ χώρα ἤδη ἐνομίζετο, χρῆναί σφισι τοῦτο προστάξαι, ἔπεμψεν αὐτὸν πρὸς τὰ φρούρια. καὶ ὁ μὲν κεκλειμένα αὐτὰ εὑρὼν προσῆλθέ τε ἐγγύς, καὶ ἐκέλευσε καὶ ἄκων αὐτὰ ἀνοιχθῆναι· ὡς δʼ οὐδὲν μᾶλλον ἐπείθοντο, προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλʼ ἀναγκαστὸς τὴν πρόσταξιν ἐποιεῖτο,3 ἐχαλέπηνεν ὁ Πομπήιος καὶ ἔδησε τὸν Τιγράνην.
次日,庞培听取了双方的陈辞,将老提格兰祖传的全部领地归还给他;因为庞培剥夺了他后来兼并的土地(其中包括卡帕多西亚和叙利亚的部分地区、腓尼基以及邻近亚美尼亚的大片索菲尼地区),并且还向他索要了金钱;而对年轻的儿子,庞培仅将索菲尼分封给了他。恰因国库珍宝都在该地,年轻人便就这些财宝提出争执;在争夺落空后(因为庞培别无他处可以收取约定的款项),他愤愤不平,图谋逃跑。庞培预先侦知此事,将他置于不加镣铐的监禁之下,并派人前往看守财宝的人那里,命令他们将一切财宝交还给其父。但守卒们拒绝服从,声称这片土地已被视为属于那个年轻人,应当由年轻人亲自向他们下令,于是庞培派年轻人亲自前往要塞。年轻人见要塞紧闭,走近前去,迫不得已下令开门;守卒们却以他并非自愿而是受强迫下令为借口,依然不从,庞培大怒,将年轻的提格兰戴上镣铐关押。
καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κύρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶν ὁμολογηθέντων λαβών. ἀφʼ οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους οὐ πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.
于是,老王接收了珍宝,庞培自己则将军队分为三路,在阿奈提斯地区和屈尔诺斯河畔驻扎过冬,从提格兰那里获得了大量其他财物,以及远超约定数额的巨款。尤其因为这一点,不久之后庞培不仅将老王列入罗马之友及同盟者的名册,还将他的儿子押送至罗马。
- 36.53.1ἐκ τοῦ ἐπὶ θάτερα
介词短语 ἐπὶ θάτερα(在另一侧)带有冠词 τοῦ,并与前置介词 ἐκ 结合,构成表示方位的习语,意为“在庞培的另一侧/对面”。
- 36.53.3ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται
由间接疑问副词 ὁπόθεν 引出带有连接法 κομίσηται 的从属结构,依存于 οὐκ εἶχεν,表示商榷或可能性的连接法(“从别处哪能取得约定的款项”)。
- 36.53.4προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλʼ ἀναγκαστὸς τὴν πρόσταξιν ἐποιεῖτο
在 ὅτι 引出的叙述从句中,直陈式 ἐποιεῖτο 与否定词 μή 连用。这表明该理由是守兵主观提出的借口或说辞,而非叙述者陈述的客观事实。
