- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.52.1-36.52.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
老提格兰因儿子阻挠未能获得宽大待遇,遂主动前往罗马营帐投降;庞培见老王兼顾尊卑而俯首称臣,心生怜悯将其扶起,安慰并许诺保留其王位与罗马的友谊。
καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυκεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος,1 οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶ τοῖς Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μάλιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευάσας, ὅπως αἰδέσεώς τε καὶ ἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων),2 ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς τὴν γῆν πεσόντα προσκυνοῦντά τε ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ ἀναδήματι ἔς τε τὴν πλησίαν ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη.3 καὶ ὁ μὲν τούτοις τε αὐτὸν ἀνεκτήσατο καὶ ἐπὶ
老提格兰得悉此事后惊恐万分,随即向庞培派去使节,并引渡了米特拉达梯的使者们。然而,由于他的儿子从中作梗,他未能获得任何宽大的对待,庞培依然渡过阿拉克塞斯河,逼近阿尔塔克萨塔;于是他便将该城交付给庞培,并自愿来到庞培的营帐。他尽可能使自己的装束介于先前的尊严与当下的卑微之间,以便让对方觉得他既值得尊重又值得怜悯:他脱去了中间带白条纹的长袍和通体纯紫的披风,却保留了高冠和头带。庞培派出一名扈从让他下马(因为他正策马前来,企图按本国的习俗甚至骑马直入要塞营垒);但庞培见他徒步入内,抛弃头带,俯伏在地行叩拜之礼,便心生怜悯,跃起将他搀扶站立,重新为他系上头带,让他坐在近旁的座椅上加以安抚,特别是对他说,他不仅未曾失去亚美尼亚人的王位,反而还赢得了罗马人的友谊。庞培借此赢得了他的心,并在
- 36.52.1ἐναντιωθέντος οἱ τοῦ υἱέος
属格独立结构(ἐναντιωθέντος τοῦ υἱέος),中间嵌入由动词 ἐναντιόομαι(反对、作对)所支配的与格代词 οἱ(第三人称单数间接反身/不利与格,指代老提格兰),意为“因其子从中反对/阻挠”。
- 36.52.3ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων
连词 ὡς 连用将来时分词 ἱππεύσων,表示动作主体的意图或企图(“打算骑马……/仿佛要策马……”)。介词短语 κατὰ τὸ σφέτερον ἔθος(按照他们本国的习俗)与副词 καί(甚至)作状语修饰该分词。
- 36.52.4οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη
在引述动词 εἰπών 引导的间接引语(ὅτι 从句)中,由间接引语希求法助动词 εἴη 与完成时主动分词(ἀπολωλεκώς 与 προσειληφώς)构成的迂回完成时希求法。并列关联词 οὐ ... ἀλλὰ καί 表达“不仅没有失去……反倒另外获得了……”的递进意味。
