← 卡西乌斯·狄奥

罗马史

§36.54.1-36.54.5

阿尔巴尼亚王奥罗埃塞斯的突袭与庞培的击退

阿尔巴尼亚国王奥罗埃塞斯在冬季兵分三路突袭罗马军营,却遭凯莱尔、弗拉库斯和庞培全线击退。庞培重创了撤退中的阿尔巴尼亚军队后,因冬季来临而应允了对方的停战请求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.54.1

οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ μέν τι καὶ τῷ Τιγράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι, καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθʼ ἓν στρατοπεδευομένοις1 προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν ἐπʼ αὐτοὺς παρʼ αὐτὰ τὰ Κρόνια, καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέλερα, παρʼ ᾧ ὁ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλήλοις. οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν· ἐκεῖνόν τε γὰρ ὁ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ ὁ Φλάκκος ἐπειδὴ πολὺν τὸν περίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπʼ αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλών,2 ἐπεσπάσατο αὐτοὺς εἴσω τῆς ἔξωθεν τάφρου, κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσί, πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ ὁ Πομπήιος προμαθών τε τὴν πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφʼ ἑαυτὸν ἐπιοῦσιν ἀπροσδόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπείχθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν (ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα ἔφυγε), τῶν μέντοι Ἀλβανῶν συχνοὺς περὶ τὴν τοῦ Κύρνου διάβασιν συλλαβὼν ἔφθειρε. κἀκ τούτου δεηθεῖσιν αὐτοῖς ἐσπείσατο· ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει3 ἐς τὴν χώραν αὐτῶν ἀντεμβαλεῖν, διὰ δὲ δὴ τὸν χειμῶνα ἡδέως τὸν πόλεμον ἀνεβάλετο.

然而庞培并未在安宁中度过冬天。因为居住在屈尔诺斯河对岸的阿尔巴尼亚人国王奥罗埃塞斯,一方面出于想讨好身为其友人的年轻提格兰,但主要还是担心罗马人也会侵入阿尔巴尼亚,并且认为若在冬季乘罗马人防备不及且分营驻扎之际发动突袭,必能有所斩获,于是在克罗尼亚节之际率军向他们进发。他亲自带兵奔袭看管提格兰的梅特路斯·凯莱尔,派其余人进攻庞培,又派另一些人进攻统领三分之一军队的卢基乌斯·弗拉库斯,企图使罗马全军同时陷入混乱而无法相互救援。然而他在任何地方都一无所成。凯莱尔坚决击退了他;而弗拉库斯由于壕沟防线的周长过于宏大,受其规模所限无法兼顾防守,便在内侧另筑了一道壕沟,借此给敌人造成自己陷入恐惧的假象,将他们引诱至外壕之内,随即乘敌人措手不及杀出,白刃战中斩杀甚多,并在敌军溃逃时又歼灭无数。 在此期间,庞培预先探知蛮族对其他将领的图谋,出其不意地迎击了向自己进犯之敌,大获全胜后,毫不迟疑地顺势挥师直扑奥罗埃塞斯。尽管庞培未能追上他本人(因为他在被凯莱尔击退后,又获悉其他部队的溃败而逃遁了),但仍在屈尔诺斯河渡口附近包围并歼灭了众多阿尔巴尼亚人。此后,因他们恳求,庞培便与他们缔结了停战协定;原本他极想反攻进他们的国土,但考虑到冬季严寒,他乐于将战事推迟。

语法注3 条
  1. 36.54.1ἀδοκήτοις σφίσι καὶ μὴ καθʼ ἓν στρατοπεδευομένοις

    与格短语 ἀδοκήτοις σφίσι καὶ μὴ καθʼ ἓν στρατοπεδευομένοις 作动词 προσπέσῃ 的间接宾语。间接反身代词 σφίσι 在此指代罗马军队。

  2. 36.54.3δόξαν ἀπʼ αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλών

    δόξαν 并非独立对格,而是分词 ἐμβαλών 的直接宾语(习语 δόξαν ἐμβάλλω 意为“使产生某种印象”)。ὡς καὶ φοβηθείς 用与主语(弗拉库斯)一致的主格分词表达了所制造的假象内容(“仿佛自己畏惧了”)。

  3. 36.54.5ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει

    副词 ἄλλως 与后文 μέν ... δέ 对应的 διὰ δὲ δὴ τὸν χειμῶνα 相对立,意为“在其他情况下 / 本来”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.54.1-36.54.5