- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.51.1-36.51.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年轻的提格兰唆使弗拉阿特斯入侵亚美尼亚,但在帕提亚军队撤离后被其父老提格兰击溃,最终投奔庞培并担任其向导。
καὶ ὁ μὲν ταῦτʼ ἐποίει· ὁ δὲ δὴ Τιγράνης ὁ τοῦ Τιγράνου παῖς παραλαβών τινας τῶν πρώτων, ἐπεὶ οὐ καθʼ ἡδονὴν αὐτοῖς ὁ γέρων ἦρχε, πρός τε τὸν Φραάτην κατέφυγε, καὶ περισκοποῦντα αὐτὸν διὰ τὰς συνθήκας τὰς πρὸς τὸν Πομπήιον γενομένας ὅ τι χρὴ πρᾶξαι, ἐς τὴν Ἀρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκείνοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε,1 καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ2 καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁ πατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἢ τινι ἐπικουρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομπήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα αὐτοῦ ἐστράτευσε.
当庞培做这些事之时,提格兰之子提格兰因显贵们不满老王的统治,便带上其中数人逃奔弗拉阿特斯;当时弗拉阿特斯因与庞培订立的条约而正思量该当如何行事,年轻的提格兰遂说服他入侵亚美尼亚。他们一路降服途中的全部地区,一直进抵阿尔塔克萨塔,并进攻了该城本身;因为老提格兰由于畏惧他们,已逃往山区。然而,围城战似乎需要耗费时日,弗拉阿特斯因此留下一部兵力给老王的儿子,自己则撤回本土;这时,父亲便反扑孤立无援的儿子并击败了他。于是这年轻人逃遁,起初奔向外祖父米特拉达梯,但获悉后者兵败、自身更急需援助而无力援救任何人之后,便归顺了罗马人。庞培遂以他为向导,进军亚美尼亚征讨他的父亲。
- 36.51.2χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε
非人称动词 ἔδοξε 接表示“需要”的非人称动词 δεῖ 的不定式 δεῖν,δεῖ 进一步支配属格 χρόνου(所需之物)和与格 τῇ προσεδρείᾳ(对于……而言),意即“围城战似乎需要耗费时日”。
- 36.51.2τῷ παιδὶ αὐτοῦ
代词 αὐτοῦ 并非指主语弗拉阿特斯,而是指前文所述的老提格兰(“留给彼[老提格兰]之子”)。弗拉阿特斯虽是年轻提格兰的岳父,但此处 αὐτοῦ 明确指代其对老王的父子关系。
