← 卡西乌斯·狄奥

罗马史

§36.50.1-36.50.3

米特拉达梯逃往博斯普鲁斯与尼科波利斯建城

米特拉达梯遭到提格兰拒绝后逃往博斯普鲁斯,杀死了背叛自己的儿子马卡雷斯并夺回领地;庞培因未能追及出逃的敌王,便在战胜之地建立尼科波利斯城以安置伤残老兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.50.1

καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφορᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ1 τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ συνέλαβε καὶ κατέδησε, διαμαρτὼν ὧν ἤλπισεν ἔς τε τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πεζῇ πρός τε τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον, τοὺς μὲν πείθων, τοὺς δὲ καὶ βιαζόμενος, ἀφίκετο, καὶ τήν τε χώραν ἐκομίσατο, τὸν Μαχάρην τὸν παῖδα τὸν τὰ τῶν Ῥωμαίων ἀνθελόμενον καὶ τότε αὐτῆς κρατοῦντα καταπλήξας ὥστε μηδὲ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, καὶ ἐκεῖνον διὰ τῶν συνόντων οἱ, τήν τε ἄδειάν σφισι καὶ χρήματα δώσειν ὑπισχνούμενος, ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε μὲν τοὺς ἐπιδιώξοντας αὐτόν, ἐπεὶ δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς,2 πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενικήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ συνῴκησαν, καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνομασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.

当时,他急忙奔向提格兰;但在事先派人前往交涉后,却未能获得任何善意接纳,因为提格兰因自己的儿子提格兰发起叛乱,便怀疑身为外祖父的他正是这场争端的起因,因此不仅没有接纳他,反而逮捕并囚禁了他所遣来的使者。米特拉达梯所期落空,便转往科尔基斯,又从那里徒步前往迈奥提斯与博斯普鲁斯,对一部分人予以说服,对另一部分人则施加武力,从而抵达该地;他让倒向罗马人一方且当时统治该地的儿子马卡雷斯惊惧得甚至不敢露面,收复了这片疆土,又向其〔马卡雷斯〕身边亲随许诺给予豁免与金钱,通过他们将他诛杀。 在发生这些事情期间,庞培虽派遣了追兵去追捕他,但见他已先一步渡过法西斯河逃逸,便在他取得胜利的地方建立了一座城市,拨给士兵中的伤残者与老迈者居住。周边的许多自愿者也同他们合居在一起;这批居民至今犹存,被称为尼科波利斯人,隶属于卡帕多西亚管区。

语法注2 条
  1. 36.50.1οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ

    成语性短语 οὐχ ὅπως 相当于拉丁语的 non modo non(“不仅不……反而甚至……”)。即使主句本身未重复否定词,该结构仍使前一分句带有否定含义,并与后文的 ἀλλὰ καί 相呼应,突出了提格兰非但未加接纳、反而拘禁使者的对立事实。

  2. 36.50.3ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς

    动词 φθάνω(抢先、先于)与不定过去时分词 ἐκδράς(逃跑)连用,构成典型的“先于……做成某事”的希腊语惯用句型,意即“赶在追兵到达之前便已逃遁”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.50.1-36.50.3