← 卡西乌斯·狄奥

罗马史

§36.49.1-36.49.8

夜战中米特拉达梯军的溃败与逃亡

庞培的军队利用制高点以震慑声响与投掷武器使敌军大乱,随后发起冲锋,并利用背光月色投下的长影击溃了米特拉达梯的部队,米特拉达梯本人则乘乱逃脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.49.1

ἐγένετο δὲ ἡ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας, οἱ δὲ καὶ λίθους πρὸς τὰ χαλκᾶ σκεύη προσεπέκρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην,1 ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλαγῆναι ὡς καὶ δαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκοντίοις βάλλοντες πάντως γέ τινας ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρωσκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν· οὔτε γὰρ ἐς παράταξιν ἀλλʼ ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἀναστρεφόμενοι, καὶ οἱ μὲν ἐπὶ κελήτων, οἱ δὲ ἐφʼ ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τιτρωσκόμενοι, οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο.

战斗是按如下情形展开的。首先,全体号兵依信号齐声吹响进军号;接着,士兵与其余所有的随军众人一同发出战吼,有的用长矛撞击盾牌,有的则用石头敲击铜制器皿。由于山脉之间形成凹谷,群山接收并以极可怖的方式回荡着这些声响,以致蛮族在黑夜与荒野之中猝然闻之,惊恐万状,宛如遭遇了某种神谴之灾。在此期间,罗马人从四周高处投掷石块、箭矢与标枪,因敌军密集,箭石必定射中若干人,使他们陷入万劫不复的惨境。因为他们整饬队列并非为了交战,而是为了行军;男女皆与马匹、骆驼以及各色辎重混杂同一处辗转奔走;有的骑着单马,有的杂处在篷车与大车之上,有的已经负伤,有的则惶惶预料自己将会负伤,他们陷入混乱,由此由于相互挤碰推搡,更是轻易地遭到杀戮。

§36.49.5

καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν2 ἐπικατέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάντων ἐπʼ αὐτὰ ὑπὸ τοῦ πέριξ δέους χωρούντων.

只要他们仍是遭受远距离打击,所承受的便是这般苦难;但当罗马人耗尽远攻武器向他们冲杀下来时,外围之人被屠杀(一击便足以致命,因为大多数人都未披铠甲),中军之人则被挤压在一起,因所有人都出于对四周的恐惧而向中央涌去。

§36.49.6

καὶ οὕτω καὶ ὑπʼ ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδʼ εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι· ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊδέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ ἡ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ πάντως τινὰς ἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες, πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν.3 πάμπολλοί τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες ἔσφαλλον αὐτούς, ἐν ᾧ γε οὔπω προσέμισγόν σφισιν· ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ ὁ Μιθριδάτης.

如此,他们在互相推挤践踏中纷纷丧命,既无力自救,也无法向敌人冒险反击;因为他们多为骑兵与弓手,既无法在黑暗中察见前方,也无法在狭窄之所施展任何战术。然而当月亮升起时,他们欣喜万分,以为在光亮中必定能抵御某些敌人。而且假使不是因为罗马人背对明月,时而在此、时而在彼发起突袭,在视觉与战局上令他们大为迷乱的话,他们原本也是能获益几分的。因为罗马人士兵众多,全体共同投射出极深长的阴影,趁着尚未与敌人短兵相接之时便迷惑了他们;蛮族误以为罗马人已在近旁,便徒然挥击虚空,待上前短兵相接,便在阴影之中毫无防备地被击伤。就这样,他们中死者甚众,被俘者亦不在少数;然而亦有许多人逃脱,其中便包括米特拉达梯本人。

语法注3 条
  1. 36.49.2φρικωδεστάτην

    充当修饰宾语 τὴν ἠχήν 的谓语性形容词,表示结果状态,即群山接收了这声响,并使其“以极其可怖的状态”回荡出来。

  2. 36.49.5τὴν πόρρωθεν ἀλκήν

    带冠词的副词 πόρρωθεν 定语性修饰名词 ἀλκήν。此处的 ἀλκή 不仅指抽象的“战力”,更具体指“远距离作战的手段/武器”(如投枪、箭矢等投掷物)。

  3. 36.49.7κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες, πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῇ ἔργῳ ἐνεποίουν

    过去非真实条件句(与过去事实相反的虚拟语气)。归结分句使用 ἄν 搭配不定过去时直陈式 ὠφελήθησαν(“本也能获益几分”),条件从句则使用未完成过去时直陈式 ἐνεποίουν,表示持续或反复的动作(“假使罗马人未曾不断给他们制造迷惑”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.49.1-36.49.8