← 卡西乌斯·狄奥

罗马史

§36.48.1-36.48.5

米特拉达梯夜撤与庞培的夜间伏击

米特拉达梯因庞培势力的壮大而心生畏惧并在夜间撤退,庞培借蛮族歇午之机抢先设伏,在丘陵间的洼地中于黑暗里发起伏击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.48.1

ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο,1 καὶ τὴν Ἀναῖτιν χώραν τῆς τε Ἀρμενίας οὖσαν καὶ θεῷ τινι ἐπωνύμῳ ἀνακειμένην διά τινων ἐχειρώσατο, κἀκ τούτου καὶ ἄλλοι συχνοὶ πρὸς αὐτὸν ἀπέκλινον, καὶ αὐτῷ καὶ οἱ τοῦ Μαρκίου στρατιῶται προσεγένοντο, ἐφοβήθη καὶ οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλʼ αὐτίκα τε τῆς νυκτὸς ἄρας ἔλαθε, καὶ μετὰ ταῦτα νυκτοπορῶν ἐς τὴν τοῦ Τιγράνου Ἀρμενίαν προῄει. καί οἱ ὁ Πομπήιος ἐπηκολούθει μὲν ἐπιθυμῶν διὰ μάχης ἐλθεῖν, οὐ μέντοι καὶ πρότερον οὔτε μεθʼ ἡμέραν (οὐ γὰρ ἐξῄεσαν ἐκ τοῦ στρατοπέδου) οὔτε νύκτωρ ἐτόλμησε τοῦτο ποιῆσαι (τὴν γὰρ ἀγνωσίαν τῶν χωρίων ἐδεδίει) πρίν σφας πρὸς τῇ μεθορίᾳ γενέσθαι·2 τότε γὰρ εἰδὼς αὐτοὺς διαφεύγειν μέλλοντας ἠναγκάσθη νυκτομαχῆσαι.

因此,米特拉达梯由于庞培不仅稳妥地筹措到了补给,并通过部下征服了属于亚美尼亚且献给同名女神的阿奈提斯地区,由此众多其他人也转而归附庞培,连马尔基乌斯的士兵也加入了庞培的部队,便惊恐万分,不再据守原地,而是在夜间立即拔营悄然撤离,此后便夜间行军,向提格兰的亚美尼亚挺进。庞培尾随其后,渴望与之决战,但在此之前,庞培既不敢在白天行动(因为敌人不出军营),也不敢在夜间行动(因为害怕地形生疏),直到敌人接近边境;因为到了此时,庞培深知他们即将逃脱,被迫打一场夜战。

§36.48.4

γνοὺς οὖν τοῦτο προαπῆρε, μεσημβριάζοντας τοὺς βαρβάρους λαθών, ᾗ πορεύεσθαι ἔμελλον· καὶ ἐντυχών τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων τινῶν ὄντι, ἐνταῦθα τό τε στράτευμα ἐπὶ τὰ μετέωρα ἀνεβίβασε καὶ τοὺς πολεμίους ὑπέμεινεν. ἐπειδή τε ἐκεῖνοι μετά τε ἀδείας καὶ ἄνευ προφυλακῆς, ἅτε μήτε ἔμπροσθε δεινόν τι πεπονθότες καὶ τότε ἐς τὸ ἀσφαλὲς ἤδη προχωροῦντες ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν,3 ἐς τὸ κοῖλον ἐσῆλθον, ἐπέθετο αὐτοῖς ἐν τῷ σκότῳ· οὔτε γὰρ ἄλλο τι φῶς εἶχον οὔτε ἐκ τοῦ οὐρανοῦ τι ἔλαμπεν.

庞培明察此事后,便趁蛮族歇午休之际悄然先发,抢先赶到了蛮族注定要行经的路线;他在几座丘陵之间发现了一处低洼地形,便将部队带上制高点,在此等候敌军。蛮族由于先前未曾遭受任何厄运,且此时已在向安全地带行进,以至根本没料到罗马人还会继续追击,于是毫无戒备且未设前哨便步入了这片洼地,庞培遂在黑暗中向他们发起了突袭;因为蛮族既无其他照明,空中也毫无光芒照耀。

语法注3 条
  1. 36.48.1ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο

    置于句首的ὁ οὖν Μιθριδάτης是主句动词ἐφοβήθη的主语,但紧随其后的ἐπειδή引导的从属从句的主语在语境上是庞培(即动词ἐπορίζετο和ἐχειρώσατο的主语,后文的αὐτῷ亦指庞培)。这种先行主题结构(prolepsis)伴随着从属从句与主句之间主语的转换。

  2. 36.48.3πρίν σφας πρὸς τῇ μεθορίᾳ γενέσθαι

    由πρίν引导的从句接在否定主句(οὔτε... οὔτε)之后。虽然否定句后的πρίν从句常见使用直陈语气、虚拟语气或祈愿语气,此处则使用了宾格不定式结构(σφας... γενέσθαι),用以表示时间界限(“直到他们到达边界”)。

  3. 36.48.5ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν

    连词ὥστε后接不定式ἐλπίζειν(表示结果),而该不定式又以宾格不定式结构(τοὺς Ῥωμαίους ἐφέψεσθαι)作为其宾语,形成双重不定式句式。与格代词σφισιν由复合动词ἐφέψεσθαι支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.48.1-36.48.5