← 卡西乌斯·狄奥

罗马史

§36.47.1-36.47.4

亚美尼亚的消耗战与庞培的伏击

米特拉达梯采取焦土战术并进驻亚美尼亚险要之地,企图以粮草短缺消耗罗马军,但庞培移营至密林地带设伏重创敌军,扭转局势后派兵四出筹粮。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.47.1

καὶ ὃς1 τέως μὲν ἔφευγε (ταῖς γὰρ δυνάμεσιν ἠλαττοῦτο) καὶ τήν τε ἐν ποσὶν2 ἀεὶ ἔκειρε, καὶ ἐπλάνα τε αὐτὸν ἅμα καὶ ἐπιδεῖσθαι τῶν ἐπιτηδείων ἐποίει· ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἀρμενίαν διά τε τοῦτο καὶ ὡς ἐρήμην αὐτὴν αἱρήσων ἐνέβαλεν, οὕτω δὴ δείσας μὴ προκαταληφθῇ ἦλθέ τε ἐς αὐτήν, καὶ λόφον ἀντικαταλαβὼν ὀχυρὸν τῷ μὲν παντὶ στρατῷ ἡσύχαζεν, ἐλπίζων τοὺς μὲν Ῥωμαίους ἀπορίᾳ τῶν τροφῶν ἐκτρυχώσειν (αὐτὸς γὰρ ἅτε ἐν ὑπηκόῳ χώρᾳ πολλαχόθεν αὐτῶν εὐπόρει), τῶν δὲ δὴ ἱππέων ἀεί τινας ἐς τὸ πεδίον ψιλὸν ὂν καταπέμπων τούς τε προστυγχάνοντάς σφισιν ἐκάκου, καὶ ἐξαυτομολοῦντας ἐπὶ τούτῳ συχνοὺς ἐδέχετο. ὁ οὖν Πομπήιος ἐνταῦθα μὲν οὐκ ἐθάρσησεν αὐτοῖς συμβαλεῖν, μεταστρατοπεδευσάμενος δὲ ἑτέρωσε, ὅθεν ὑλώδους τοῦ πέριξ χωρίου ὄντος ἧττον ὑπό τε τοῦ ἱππικοῦ καὶ ὑπὸ τοῦ τοξικοῦ τοῦ τῶν ἐναντίων λυπηθήσεσθαι ἔμελλεν, ἐλόχισεν ᾗ καιρὸς ἦν, καὶ ὀλίγοις τισὶν ἐκ τοῦ προφανοῦς τῷ στρατοπέδῳ τῶν βαρβάρων προσμίξας ἐτάραξέ τε αὐτούς, καὶ ὑπαγαγὼν ἐς ὃ ἐβούλετο3 πολλοὺς ἀπέκτεινε. θαρσήσας τε ἐκ τούτου καὶ κατὰ τὴν χώραν ἄλλους ἄλλῃ ἐπὶ τὰ ἐπιτήδεια ἔπεμπεν.

而他(米特拉达梯)暂时只得退避(因为他在兵力上处于劣势),并不断蹂躏自军前方的土地,既使庞培晕头转向,又使其陷于粮草匮乏之境。但当庞培正因这一缘故、并企图趁虚占领亚美尼亚而率军攻入该地时,米特拉达梯唯恐被抢占先机,也进入了该地,并占据了一处险要的丘陵与庞培对峙,率全军按兵不动,期望通过粮荒拖垮罗马军(他自己由于身处藩属领地,从多处都能获得充裕的补给);他不断派一部分骑兵进入毫无遮蔽的平原,袭击与之遭遇的敌人,并借此收编了众多投诚者。 庞培因此不敢在该处与他们交战,便将营地转移到另一处,在那里,由于周围地形树木茂密,他预计自军较少会受到敌方骑兵和弓箭手的袭扰。庞培在适当地点设下伏兵,以少数兵力公然逼近蛮族军营,使他们陷入混乱,并将其诱至他所期望的地点,斩杀了大量敌军。由此士气大振,他随后便派遣不同队伍分赴各地筹措粮草。

语法注3 条
  1. 36.47.1καὶ ὃς

    连词 καὶ 与主格指示代名词 ὅς(与关系代词同形)结合的固定惯用表达。它承接前一句的宾语米特拉达梯(τὸν Μιθριδάτην),并将其确立为新分句的主语。

  2. 36.47.1τήν τε ἐν ποσὶν

    定冠词 τήν 省略了阴性名词(如 χώραν 或 γῆν)。它作动词 ἔκειρε(蹂躏、洗劫)的直接宾语,成语性地意指“脚下的土地”或“沿途行军路线上的土地”(指焦土战术)。

  3. 36.47.4ὑπαγαγὼν ἐς ὃ ἐβούλετο

    分词 ὑπαγαγών(源自 ὑπάγω)意为“引诱、诱敌”。介词短语 ἐς ὃ ἐβούλετο 的关系从句内含了先行词(如 χωρίον),表示将敌人引诱“至他(庞培)所期望的地点”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.47.1-36.47.4